[edition urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2] [episode] |1 πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν |2 τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν, |3 ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετο |4 μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ |5 λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, |6 Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο, |7 Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσιν |8 Φοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον. |9 λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, |10 κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, |11 ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας. |12 πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγα |13 κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα |14 ἀνήμερον τιθέντες ἡμερωμένην. |15 μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς, |16 Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ. |17 τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα |18 ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις· |19 Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός. |20 τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς. |21 Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται· |22 σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα |23 κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή· |24 Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ, |25 ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, |26 λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον· |27 Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος |28 καλοῦσα καὶ τέλειον ὕψιστον Δία, |29 ἔπειτα μάντις ἐς θρόνους καθιζάνω. |30 καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ |31 ἄριστα δοῖεν· κεἰ παρʼ Ἑλλήνων τινές, |32 ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. |33 μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός. |34 ἦ δεινὰ λέξαι, δεινὰ δʼ ὀφθαλμοῖς δρακεῖν, |35 πάλιν μʼ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, |36 ὡς μήτε σωκεῖν μήτε μʼ ἀκταίνειν βάσιν. |37 τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ σκελῶν· |38 δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. |39 ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν· |40 ὁρῶ δʼ ἐπʼ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ |41 ἕδραν ἔχοντα προστρόπαιον, αἵματι |42 στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος |43 ἔχοντʼ ἐλαίας θʼ ὑψιγέννητον κλάδον, |44 λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, |45 ἀργῆτι μαλλῷ· τῇδε γὰρ τρανῶς ἐρῶ. |46 πρόσθεν δὲ τἀνδρὸς τοῦδε θαυμαστὸς λόχος |47 εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. |48 οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, |49 οὐδʼ αὖτε Γοργείοισιν εἰκάσω τύποις. |50 εἶδόν ποτʼ ἤδη Φινέως γεγραμμένας |51 δεῖπνον φερούσας· ἄπτεροί γε μὴν ἰδεῖν |52 αὗται, μέλαιναι δʼ ἐς τὸ πᾶν βδελύκτροποι· |53 ῥέγκουσι δʼ οὐ πλατοῖσι φυσιάμασιν· |54 ἐκ δʼ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα· |55 καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα |56 φέρειν δίκαιος οὔτʼ ἐς ἀνθρώπων στέγας. |57 τὸ φῦλον οὐκ ὄπωπα τῆσδʼ ὁμιλίας |58 οὐδʼ ἥτις αἶα τοῦτʼ ἐπεύχεται γένος |59 τρέφουσʼ ἀνατεὶ μὴ μεταστένειν πόνον. |60 τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων |61 αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ. |62 ἰατρόμαντις δʼ ἐστὶ καὶ τερασκόπος |63 καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. |64 οὔτοι προδώσω· διὰ τέλους δέ σοι φύλαξ |65 ἐγγὺς παρεστὼς καὶ πρόσω δʼ ἀποστατῶν |66 ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. |67 καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς· |68 ὕπνῳ πεσοῦσαι δʼ αἱ κατάπτυστοι κόραι, |69 γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται |70 θεῶν τις οὐδʼ ἄνθρωπος οὐδὲ θήρ ποτε. |71 κακῶν δʼ ἕκατι κἀγένοντʼ, ἐπεὶ κακὸν |72 σκότον νέμονται Τάρταρόν θʼ ὑπὸ χθονός, |73 μισήματʼ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. |74 ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ. |75 ἐλῶσι γάρ σε καὶ διʼ ἠπείρου μακρᾶς |76 βιβῶντʼ ἀνʼ αἰεὶ τὴν πλανοστιβῆ χθόνα |77 ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις. |78 καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος |79 πόνον· μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν |80 ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. |81 κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους |82 μύθους ἔχοντες μηχανὰς εὑρήσομεν, |83 ὥστʼ ἐς τὸ πᾶν σε τῶνδʼ ἀπαλλάξαι πόνων· |84 καὶ γὰρ κτανεῖν σʼ ἔπεισα μητρῷον δέμας. |85 ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ʼδικεῖν· |86 ἐπεὶ δʼ ἐπίστᾳ, καὶ τὸ μὴ ʼμελεῖν μάθε. |87 σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. |88 μέμνησο, μὴ φόβος σε νικάτω φρένας. |89 σὺ δʼ, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, |90 Ἑρμῆ, φύλασσε· κάρτα δʼ ὢν ἐπώνυμος |91 πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν |92 ἱκέτην—σέβει τοι Ζεὺς τόδʼ ἐκνόμων σέβας— |93 ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ. |94 εὕδοιτʼ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ; |95 ἐγὼ δʼ ὑφʼ ὑμῶν ὧδʼ ἀπητιμασμένη |96 ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον |97 ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, |98 αἰσχρῶς δʼ ἀλῶμαι· προυννέπω δʼ ὑμῖν ὅτι |99 ἔχω μεγίστην αἰτίαν κείνων ὕπο· |100 παθοῦσα δʼ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, |101 οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, |102 κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. |103 ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν. |104 εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, |105 ἐν ἡμέρᾳ δὲ μοῖρʼ ἀπρόσκοπος βροτῶν. |106 ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, |107 χοάς τʼ ἀοίνους, νηφάλια μειλίγματα, |108 καὶ νυκτίσεμνα δεῖπνʼ ἐπʼ ἐσχάρᾳ πυρὸς |109 ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν. |110 καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. |111 ὁ δʼ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, |112 καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων |113 ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα. |114 ἀκούσαθʼ ὡς ἔλεξα τῆς ἐμῆς περὶ |115 ψυχῆς, φρονήσατʼ, ὦ κατὰ χθονὸς θεαί. |116 ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ. |117 (μυγμός.) |118 μύζοιτʼ ἄν, ἁνὴρ δʼ οἴχεται φεύγων πρόσω· |119 φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες. |120 (μυγμός.) |121 ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος· |122 φονεὺς δʼ Ὀρέστης τῆσδε μητρὸς οἴχεται. |123 (ὠγμός.) |124 ᾤζεις, ὑπνώσσεις· οὐκ ἀναστήσῃ τάχος; |125 τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά; |126 (ὠγμός.) |127 ὕπνος πόνος τε κύριοι συνωμόται |128 δεινῆς δρακαίνης ἐξεκήραναν μένος. |129 (μυγμὸς διπλοῦς ὀξύς.) |130 λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου. |131 ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δʼ ἅπερ |132 κύων μέριμναν οὔποτʼ ἐκλείπων πόνου. |133 τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος, |134 μηδʼ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσʼ ὕπνῳ. |135 ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν· |136 τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. |137 σὺ δʼ αἱματηρὸν πνεῦμʼ ἐπουρίσασα τῷ, |138 ἀτμῷ κατισχναίνουσα, νηδύος πυρί, |139 ἕπου, μάραινε δευτέροις διώγμασιν. |140 ἔγειρʼ, ἔγειρε καὶ σὺ τήνδʼ, ἐγὼ δὲ σέ. |141 εὕδεις; ἀνίστω, κἀπολακτίσασʼ ὕπνον, |142 ἰδώμεθʼ εἴ τι τοῦδε φροιμίου ματᾷ. [choral] [strophe 1] |143 ἰοὺ ἰοὺ πύπαξ. ἐπάθομεν, φίλαι,— |144 ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,— |145 ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, |146 ἄφερτον κακόν· |147 ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θʼ ὁ θήρ.— |148 ὕπνῳ κρατηθεῖσʼ ἄγραν ὤλεσα. [antistrophe 1] |149 ἰὼ παῖ Διός, ἐπίκλοπος πέλῃ,— |150 νέος δὲ γραίας δαίμονας καθιππάσω,— |151 τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ |152 τοκεῦσιν πικρόν· |153 τὸν μητραλοίαν δʼ ἐξέκλεψας ὢν θεός.— |154 τί τῶνδʼ ἐρεῖ τις δικαίως ἔχειν; [strophe 2] |155 ἐμοὶ δʼ ὄνειδος ἐξ ὀνειράτων μολὸν |156 ἔτυψεν δίκαν διφρηλάτου |157 μεσολαβεῖ κέντρῳ |158 ὑπὸ φρένας, ὑπὸ λοβόν.— |160 πάρεστι μαστίκτορος δαΐου δαμίου |161 βαρὺ τὸ περίβαρυ κρύος ἔχειν. [antistrophe 2] |162 τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, |163 κρατοῦντες τὸ πᾶν δίκας πλέον |164 φονολιβῆ θρόνον |165 περὶ πόδα, περὶ κάρα.— |166 πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων |167 βλοσυρὸν ἀρόμενον ἄγος ἔχειν. [strophe 3] |169 ἐφεστίῳ δὲ μάντις ὢν μιάσματι |170 μυχὸν ἐχράνατʼ αὐτόσσυτος, αὐτόκλητος, |171 παρὰ νόμον θεῶν βρότεα μὲν τίων, |172 παλαιγενεῖς δὲ μοίρας φθίσας. [antistrophe 3] |174 κἀμοί γε λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται, |175 ὑπό τε γᾶν φυγὼν οὔ ποτʼ ἐλευθεροῦται. |176 ποτιτρόπαιος ὢν δʼ ἕτερον ἐν κάρᾳ |177 μιάστορʼ ἐκ γένους πάσεται. [episode] |179 ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος |180 χωρεῖτʼ, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, |181 μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, |182 χρυσηλάτου θώμιγγος ἐξορμώμενον, |183 ἀνῇς ὑπʼ ἄλγους μέλανʼ ἀπʼ ἀνθρώπων ἀφρόν, |184 ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου. |185 οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει· |186 ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι |187 δίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷ |188 παίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία, |189 λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν |190 ὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετε |191 οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖς |192 στέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόπος |193 μορφῆς. λέοντος ἄντρον αἱματορρόφου |194 οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις |195 ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. |196 χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι. |197 ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν. |198 ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει. |199 αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ, |200 ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. |201 πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου. |202 ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν. |203 ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ; |204 κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου. |205 καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους. |206 καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς; |207 οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν. |208 ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον. |209 τίς ἥδε τιμή; κόμπασον γέρας καλόν. |210 τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. |211 τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ; |212 οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος. |213 ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσω |214 Ἥρας τελείας καὶ Διὸς πιστώματα. |215 Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ, |216 ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. |217 εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος |218 ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη. |219 εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς |220 τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ, |221 οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν. |222 τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην, |223 τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν. |224 δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά. |225 τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. |226 σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου. |227 τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ. |228 οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν. |229 μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ. |230 ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας |231 μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. |232 ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι· |233 δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει |234 τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών. |235 ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν |236 ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, |237 οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα, |238 ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς |239 ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν. |240 ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, |241 σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους, |242 πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά. |243 αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. |244 εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ. |245 ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς. |246 τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν |247 πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν. |248 πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ |249 σπλάγχνον· χθονὸς γὰρ πᾶς πεποίμανται τόπος, |250 ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν |251 ἦλθον διώκουσʼ, οὐδὲν ὑστέρα νεώς. |252 καὶ νῦν ὅδʼ ἐνθάδʼ ἐστί που καταπτακών. |253 ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ. |254 ὅρα ὅρα μάλʼ αὖ, |255 λεύσσετε πάντα, μὴ |256 λάθῃ φύγδα βὰς |257 ὁ ματροφόνος ἀτίτας. |258 ὁ δʼ αὖτέ γʼ οὖν ἀλκὰν ἔχων |259 περὶ βρέτει πλεχθεὶς θεᾶς ἀμβρότου |260 ὑπόδικος θέλει γενέσθαι χρεῶν. |261 τὸ δʼ οὐ πάρεστιν· αἷμα μητρῷον χαμαὶ |262 δυσαγκόμιστον, παπαῖ, |263 τὸ διερὸν πέδοι χύμενον οἴχεται. |264 ἀλλʼ ἀντιδοῦναι δεῖ σʼ ἀπὸ ζῶντος ῥοφεῖν |265 ἐρυθρὸν ἐκ μελέων πέλανον· ἀπὸ δὲ σοῦ |266 φεροίμαν βοσκὰν πώματος δυσπότου· |267 καὶ ζῶντά σʼ ἰσχνάνασʼ ἀπάξομαι κάτω, |268 ἀντίποινʼ ὡς τίνῃς ματροφόνου δύας. |269 ὄψει δὲ κεἴ τις ἄλλος ἤλιτεν βροτῶν |270 ἢ θεὸν ἢ ξένον |271 τινʼ ἀσεβῶν ἢ τοκέας φίλους, |272 ἔχονθʼ ἕκαστον τῆς δίκης ἐπάξια. |273 μέγας γὰρ Ἅιδης ἐστὶν εὔθυνος βροτῶν |274 ἔνερθε χθονός, |275 δελτογράφῳ δὲ πάντʼ ἐπωπᾷ φρενί. |276 ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι |277 πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη |278 σιγᾶν θʼ ὁμοίως· ἐν δὲ τῷδε πράγματι |279 φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου. |280 βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, |281 μητροκτόνον μίασμα δʼ ἔκπλυτον πέλει· |282 ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ |283 Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. |284 πολὺς δέ μοι γένοιτʼ ἂν ἐξ ἀρχῆς λόγος, |285 ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. |286 χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ. |287 καὶ νῦν ἀφʼ ἁγνοῦ στόματος εὐφήμως καλῶ |288 χώρας ἄνασσαν τῆσδʼ Ἀθηναίαν ἐμοὶ |289 μολεῖν ἀρωγόν· κτήσεται δʼ ἄνευ δορὸς |290 αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν |291 πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. |292 ἀλλʼ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς, |293 Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, |294 τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα, |295 φίλοις ἀρήγουσʼ, εἴτε Φλεγραίαν πλάκα |296 θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, |297 ἔλθοι—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός— |298 ὅπως γένοιτο τῶνδʼ ἐμοὶ λυτήριος. [choral] |299 οὔτοι σʼ Ἀπόλλων οὐδʼ Ἀθηναίας σθένος |300 ῥύσαιτʼ ἂν ὥστε μὴ οὐ παρημελημένον |301 ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθʼ ὅπου φρενῶν, |302 ἀναίματον βόσκημα δαιμόνων, σκιάν. |303 οὐδʼ ἀντιφωνεῖς, ἀλλʼ ἀποπτύεις λόγους, |304 ἐμοὶ τραφείς τε καὶ καθιερωμένος; |305 καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς· |306 ὕμνον δʼ ἀκούσῃ τόνδε δέσμιον σέθεν. [anapests] |307 ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ |308 μοῦσαν στυγερὰν |309 ἀποφαίνεσθαι δεδόκηκεν, |310 λέξαι τε λάχη τὰ κατʼ ἀνθρώπους |311 ὡς ἐπινωμᾷ στάσις ἁμά. |312 εὐθυδίκαιοι δʼ οἰόμεθʼ εἶναι· |313 τὸν μὲν καθαρὰς χεῖρας προνέμοντʼ |314 οὔτις ἐφέρπει μῆνις ἀφʼ ἡμῶν, |315 ἀσινὴς δʼ αἰῶνα διοιχνεῖ· |316 ὅστις δʼ ἀλιτὼν ὥσπερ ὅδʼ ἁνὴρ |317 χεῖρας φονίας ἐπικρύπτει, |318 μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν |319 παραγιγνόμεναι πράκτορες αἵματος |320 αὐτῷ τελέως ἐφάνημεν. [strophe 1] |321 μᾶτερ ἅ μʼ ἔτικτες, ὦ μᾶτερ |322 Νύξ, ἀλαοῖσι καὶ δεδορκόσιν |323 ποινάν, κλῦθʼ. ὁ Λατοῦς γὰρ ἶ- |324 νίς μʼ ἄτιμον τίθησιν |325 τόνδʼ ἀφαιρούμενος |326 πτῶκα, ματρῷον ἅ- |327 γνισμα κύριον φόνου. [ephymn 1] |328 ἐπὶ δὲ τῷ τεθυμένῳ |329 τόδε μέλος, παρακοπά, |330 παραφορὰ φρενοδαλής, |331 ὕμνος ἐξ Ἐρινύων, |332 δέσμιος φρενῶν, ἀφόρ- |333 μικτος, αὐονὰ βροτοῖς. [antistrophe 1] |334 τοῦτο γὰρ λάχος διανταία |335 Μοῖρʼ ἐπέκλωσεν ἐμπέδως ἔχειν, |336 θνατῶν τοῖσιν αὐτουργίαι |337 ξυμπέσωσιν μάταιοι, |338 τοῖς ὁμαρτεῖν, ὄφρʼ ἂν |339 γᾶν ὑπέλθῃ· θανὼν δʼ |340 οὐκ ἄγαν ἐλεύθερος. [ephymn 1] |341 ἐπὶ δὲ τῷ τεθυμένῳ |342 τόδε μέλος, παρακοπά, |343 παραφορὰ φρενοδαλής, |344 ὕμνος ἐξ Ἐρινύων, |345 δέσμιος φρενῶν, ἀφόρ- |346 μικτος, αὐονὰ βροτοῖς. [strophe 2] |349 γιγνομέναισι λάχη τάδʼ ἐφʼ ἁμὶν ἐκράνθη· |350 ἀθανάτων δʼ ἀπέχειν χέρας, οὐδέ τις ἐστί |351 συνδαίτωρ μετάκοινος· |352 παλλεύκων δὲ πέπλων ἀπόμοιρος ἄκληρος ἐτύχθην |353 ¯˘¯˘¯˘¯ [ephymn 2] |354 δωμάτων γὰρ εἱλόμαν |355 ἀνατροπάς, ὅταν Ἄρης |356 τιθασὸς ὢν φίλον ἕλῃ. |357 ἐπὶ τὸν ὧδʼ ἱέμεναι |358 κρατερὸν ὄνθʼ ὅμως ἀμαυ- |359 ροῦμεν ὑφʼ αἵματος νέου. [antistrophe 2] |360 σπεύδομεν αἵδʼ ἀφελεῖν τινὰ τάσδε μερίμνας, |361 θεῶν δʼ ἀτέλειαν ἐμαῖς μελέταις ἐπικραίνειν, |362 μηδʼ εἰς ἄγκρισιν ἐλθεῖν· |365 Ζεὺς δʼ αἱμοσταγὲς ἀξιόμισον ἔθνος τόδε λέσχας |367 ἇς ἀπηξιώσατο. [ephymn 2] |354a δωμάτων γὰρ εἱλόμαν |355a ἀνατροπάς, ὅταν Ἄρης |356a τιθασὸς ὢν φίλον ἕλῃ. |357a ἐπὶ τὸν ὧδʼ ἱέμεναι |358a κρατερὸν ὄνθʼ ὅμως ἀμαυ- |359a ροῦμεν ὑφʼ αἵματος νέου. [strophe 3] |368 δόξαι τʼ ἀνδρῶν καὶ μάλʼ ὑπʼ αἰθέρι σεμναὶ |369 τακόμεναι κατὰ γᾶν μινύθουσιν ἄτιμοι |370 ἁμετέραις ἐφόδοις μελανείμοσιν, ὀρχη- |371 σμοῖς τʼ ἐπιφθόνοις ποδός. [ephymn 3] |372 μάλα γὰρ οὖν ἁλομένα |373 ἀνέκαθεν βαρυπεσῆ |374 καταφέρω ποδὸς ἀκμάν, |375 σφαλερὰ καὶ τανυδρόμοις |376 κῶλα, δύσφορον ἄταν. [antistrophe 3] |377 πίπτων δʼ οὐκ οἶδεν τόδʼ ὑπʼ ἄφρονι λύμᾳ· |378 τοῖον γὰρ ἐπὶ κνέφας ἀνδρὶ μύσος πεπόταται, |379 καὶ δνοφεράν τινʼ ἀχλὺν κατὰ δώματος αὐδᾶ- |380 ται πολύστονος φάτις. [ephymn 3] |372a μάλα γὰρ οὖν ἁλομένα |373a ἀνέκαθεν βαρυπεσῆ |374a καταφέρω ποδὸς ἀκμάν, |375a σφαλερὰ καὶ τανυδρόμοις |376a κῶλα, δύσφορον ἄταν. [strophe 4] |381 μένει γάρ. εὐμήχανοί |382 τε καὶ τέλειοι, κακῶν |383 τε μνήμονες σεμναὶ |384 καὶ δυσπαρήγοροι βροτοῖς, |385 ἄτιμʼ ἀτίετα διόμεναι |386 λάχη θεῶν διχοστατοῦντʼ ἀνηλίῳ |387 λάμπᾳ, δυσοδοπαίπαλα |388 δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς. [antistrophe 4] |389 τίς οὖν τάδʼ οὐχ ἅζεταί |390 τε καὶ δέδοικεν βροτῶν, |391 ἐμοῦ κλύων θεσμὸν |392 τὸν μοιρόκραντον ἐκ θεῶν |393 δοθέντα τέλεον; ἔτι δέ μοι |394 μένει γέρας παλαιόν, οὐδʼ ἀτιμίας |395 κύρω, καίπερ ὑπὸ χθόνα |396 τάξιν ἔχουσα καὶ δυσήλιον κνέφας. [episode] |397 πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν |398 ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, |399 ἣν δῆτʼ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, |400 τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, |401 ἔνειμαν αὐτόπρεμνον εἰς τὸ πᾶν ἐμοί, |402 ἐξαίρετον δώρημα Θησέως τόκοις· |403 ἔνθεν διώκουσʼ ἦλθον ἄτρυτον πόδα, |404 πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος. |405 πώλοις ἀκμαίοις τόνδʼ ἐπιζεύξασʼ ὄχον |406 καινὴν δʼ ὁρῶσα τήνδʼ ὁμιλίαν χθονὸς |407 ταρβῶ μὲν οὐδέν, θαῦμα δʼ ὄμμασιν πάρα. |408 τίνες ποτʼ ἐστέ; πᾶσι δʼ ἐς κοινὸν λέγω· |409 βρέτας τε τοὐμὸν τῷδʼ ἐφημένῳ ξένῳ, |410 ὑμᾶς θʼ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, |411 οὔτʼ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας |412 οὔτʼ οὖν βροτείοις ἐμφερεῖς μορφώμασιν. |413 λέγειν δʼ ἄμομφον ὄντα τοὺς πέλας κακῶς |414 πρόσω δικαίων ἠδʼ ἀποστατεῖ θέμις. |415 πεύσῃ τὰ πάντα συντόμως, Διὸς κόρη. |416 ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆ τέκνα. |417 Ἀραὶ δʼ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. |418 γένος μὲν οἶδα κληδόνας τʼ ἐπωνύμους. |419 τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσῃ τάχα. |420 μάθοιμʼ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. |421 βροτοκτονοῦντας ἐκ δόμων ἐλαύνομεν. |422 καὶ τῷ κτανόντι ποῦ τὸ τέρμα τῆς φυγῆς; |423 ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. |424 ἦ καὶ τοιαύτας τῷδʼ ἐπιρροιζεῖς φυγάς; |425 φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. |426 ἄλλαις ἀνάγκαις, ἤ τινος τρέων κότον; |427 ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν; |428 δυοῖν παρόντοιν ἥμισυς λόγου πάρα. |429 ἀλλʼ ὅρκον οὐ δέξαιτʼ ἄν, οὐ δοῦναι θέλοι. |430 κλύειν δίκαιος μᾶλλον ἢ πρᾶξαι θέλεις. |431 πῶς δή; δίδαξον· τῶν σοφῶν γὰρ οὐ πένῃ. |432 ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. |433 ἀλλʼ ἐξέλεγχε, κρῖνε δʼ εὐθεῖαν δίκην. |434 ἦ κἀπʼ ἐμοὶ τρέποιτʼ ἂν αἰτίας τέλος; |435 πῶς δʼ οὔ; σέβουσαί γʼ ἀξίαν κἀπʼ ἀξίων. |436 τί πρὸς τάδʼ εἰπεῖν, ὦ ξένʼ, ἐν μέρει θέλεις; |437 λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς |438 τὰς σάς, ἔπειτα τόνδʼ ἀμυναθοῦ ψόγον· |439 εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε |440 ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας |441 σεμνὸς προσίκτωρ ἐν τρόποις Ἰξίονος. |442 τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. |443 ἄνασσʼ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων |444 τῶν σῶν ἐπῶν μέλημʼ ἀφαιρήσω μέγα. |445 οὐκ εἰμὶ προστρόπαιος, οὐδʼ ἔχων μύσος |446 πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην βρέτας. |447 τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα. |448 ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, |449 ἔστʼ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου |450 σφαγαὶ καθαιμάξωσι νεοθήλου βοτοῦ. |451 πάλαι πρὸς ἄλλοις ταῦτʼ ἀφιερώμεθα |452 οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. |453 ταύτην μὲν οὕτω φροντίδʼ ἐκποδὼν λέγω. |454 γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσῃ τάχα. |455 Ἀργεῖός εἰμι, πατέρα δʼ ἱστορεῖς καλῶς, |456 Ἀγαμέμνονʼ, ἀνδρῶν ναυβατῶν ἁρμόστορα, |457 ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν |458 ἔθηκας. ἔφθιθʼ οὗτος οὐ καλῶς, μολὼν |459 εἰς οἶκον· ἀλλά νιν κελαινόφρων ἐμὴ |460 μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν |461 κρύψασʼ, ἃ λουτρῶν ἐξεμαρτύρει φόνον. |462 κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, |463 ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, |464 ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. |465 καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, |466 ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, |467 εἰ μή τι τῶνδʼ ἔρξαιμι τοὺς ἐπαιτίους. |468 σὺ δʼ εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην· |469 πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδʼ αἰνέσω. |470 τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε |471 βροτὸς δικάζειν· οὐδὲ μὴν ἐμοὶ θέμις |472 φόνου διαιρεῖν ὀξυμηνίτου δίκας· |473 ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς |474 ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις· |475 οὕτως δʼ ἄμομφον ὄντα σʼ αἰδοῦμαι πόλει. |476 αὗται δʼ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, |477 καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, |478 χώρᾳ μεταῦθις ἰὸς ἐκ φρονημάτων |479 πέδοι πεσὼν ἄφερτος αἰανὴς νόσος. |480 τοιαῦτα μὲν τάδʼ ἐστίν· ἀμφότερα, μένειν |481 πέμπειν τε δυσπήμαντʼ ἀμηχάνως ἐμοί. |482 ἐπεὶ δὲ πρᾶγμα δεῦρʼ ἐπέσκηψεν τόδε, |483 φόνων δικαστὰς ὁρκίους αἱρουμένη |484 θεσμὸν τὸν εἰς ἅπαντʼ ἐγὼ θήσω χρόνον. |485 ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια |486 καλεῖσθʼ, ἀρωγὰ τῆς δίκης ὁρκώματα· |487 κρίνασα δʼ ἀστῶν τῶν ἐμῶν τὰ βέλτατα |488 ἥξω, διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως, |489 ὅρκον πορόντας μηδὲν ἔκδικον φράσειν. [choral] [strophe 1] |490 νῦν καταστροφαὶ νέων |491 θεσμίων, εἰ κρατή- |492 σει δίκα τε καὶ βλάβα |493 τοῦδε ματροκτόνου. |494 πάντας ἤδη τόδʼ ἔργον εὐχερεί- |495 ᾳ συναρμόσει βροτούς· |496 πολλὰ δʼ ἔτυμα παιδότρωτα |497 πάθεα προσμένει τοκεῦ- |498 σιν μεταῦθις ἐν χρόνῳ. [antistrophe 1] |499 οὐδὲ γὰρ βροτοσκόπων |500 μαινάδων τῶνδʼ ἐφέρ- |501 ψει κότος τις ἐργμάτων— |502 πάντʼ ἐφήσω μόρον. |503 πεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω- |504 νῶν τὰ τῶν πέλας κακά, |505 λῆξιν ὑπόδοσίν τε μόχθων· |506 ἄκεά τʼ οὐ βέβαια τλά- |507 μων δέ τις μάταν παρηγορεῖ. [strophe 2] |508 μηδέ τις κικλῃσκέτω |509 ξυμφορᾷ τετυμμένος, |510 τοῦτʼ ἔπος θροούμενος, |511 ὦ δίκα, |512 ὦ θρόνοι τʼ Ἐρινύων. |513 ταῦτά τις τάχʼ ἂν πατὴρ |514 ἢ τεκοῦσα νεοπαθὴς |515 οἶκτον οἰκτίσαιτʼ, ἐπει- |516 δὴ πίτνει δόμος δίκας. [antistrophe 2] |517 ἔσθʼ ὅπου τὸ δεινὸν εὖ, |518 καὶ φρενῶν ἐπίσκοπον |519 δεῖ μένειν καθήμενον. |520 ξυμφέρει |521 σωφρονεῖν ὑπὸ στένει. |522 τίς δὲ μηδὲν ἐν δέει |523 καρδίαν ἂν ἀνατρέφων |524 ἢ πόλις βροτός θʼ ὁμοί- |525 ως ἔτʼ ἂν σέβοι δίκαν; [strophe 3] |526 μήτʼ ἀνάρχετον βίον |527 μήτε δεσποτούμενον |528 αἰνέσῃς. |529 παντὶ μέσῳ τὸ κράτος |530 θεὸς ὤπασεν, ἄλλʼ |531 ἄλλᾳ δʼ ἐφορεύει. |532 ξύμμετρον δʼ ἔπος λέγω, |533 δυσσεβίας μὲν ὕβρις |534 τέκος ὡς ἐτύμως· |535 ἐκ δʼ ὑγιεί- |536 ας φρενῶν ὁ πάμφιλος |537 καὶ πολύευκτος ὄλβος. [antistrophe 3] |538 ἐς τὸ πᾶν δέ σοι λέγω, |539 βωμὸν αἴδεσαι Δίκας· |540 μηδέ νιν |541 κέρδος ἰδὼν ἀθέῳ |542 ποδὶ λὰξ ἀτίσῃς· |543 ποινὰ γὰρ ἐπέσται. |544 κύριον μένει τέλος. |545 πρὸς τάδε τις τοκέων |546 σέβας εὖ προτίων |547 καὶ ξενοτί- |548 μους δόμων ἐπιστροφὰς |549 αἰδόμενός τις ἔστω. [strophe 4] |550 ἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢν |551 οὐκ ἄνολβος ἔσται· |552 πανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο. |553 τὸν ἀντίτολμον δέ φαμι παρβάταν |554 ἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας |555 βιαίως ξὺν χρόνῳ καθήσειν |556 λαῖφος, ὅταν λάβῃ πόνος |557 θραυομένας κεραίας. [antistrophe 4] |558 καλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ |559 δυσπαλεῖ τε δίνᾳ· |560 γελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ, |561 τὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοις |562 δύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν· |563 διʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον |564 ἕρματι προσβαλὼν δίκας |565 ὤλετʼ ἄκλαυτος, αἶστος. [episode] |566 κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ, |567 ἥ τʼ οὖν διάτορος Τυρσηνικὴ |568 σάλπιγξ, βροτείου πνεύματος πληρουμένη, |569 ὑπέρτονον γήρυμα φαινέτω στρατῷ. |570 πληρουμένου γὰρ τοῦδε βουλευτηρίου |571 σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς |572 πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον |573 καὶ τούσδʼ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη. |574 ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει. |575 τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε. |576 καὶ μαρτυρήσων ἦλθον—ἔστι γὰρ νόμῳ |577 ἱκέτης ὅδʼ ἁνὴρ καὶ δόμων ἐφέστιος |578 ἐμῶν, φόνου δὲ τοῦδʼ ἐγὼ καθάρσιος— |579 καὶ ξυνδικήσων αὐτός· αἰτίαν δʼ ἔχω |580 τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δʼ εἴσαγε |581 ὅπως τʼ ἐπίστᾳ τήνδε κύρωσον δίκην. |582 ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην· |583 ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων |584 γένοιτʼ ἂν ὀρθῶς πράγματος διδάσκαλος. |585 πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. |586 ἔπος δʼ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς. |587 τὴν μητέρʼ εἰπὲ πρῶτον εἰ κατέκτονας. |588 ἔκτεινα· τούτου δʼ οὔτις ἄρνησις πέλει. |589 ἓν μὲν τόδʼ ἤδη τῶν τριῶν παλαισμάτων. |590 οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. |591 εἰπεῖν γε μέντοι δεῖ σʼ ὅπως κατέκτανες. |592 λέγω· ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών. |593 πρὸς τοῦ δʼ ἐπείσθης καὶ τίνος βουλεύμασιν; |594 τοῖς τοῦδε θεσφάτοισι· μαρτυρεῖ δέ μοι. |595 ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; |596 καὶ δεῦρό γʼ ἀεὶ τὴν τύχην οὐ μέμφομαι. |597 ἀλλʼ εἴ σε μάρψει ψῆφος, ἄλλʼ ἐρεῖς τάχα. |598 πέποιθʼ. ἀρωγὰς δʼ ἐκ τάφου πέμψει πατήρ. |599 νεκροῖσί νυν πέπισθι μητέρα κτανών. |600 δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. |601 πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. |602 ἀνδροκτονοῦσα πατέρʼ ἐμὸν κατέκτανεν. |603 τοιγὰρ σὺ μὲν ζῇς, ἡ δʼ ἐλευθέρα φόνῳ. |604 τί δʼ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ; |605 οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. |606 ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι; |607 πῶς γάρ σʼ ἔθρεψʼ ἂν ἐντός, ὦ μιαιφόνε, |608 ζώνης; ἀπεύχῃ μητρὸς αἷμα φίλτατον; |609 ἤδη σὺ μαρτύρησον· ἐξηγοῦ δέ μοι, |610 Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. |611 δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα. |612 ἀλλʼ εἰ δίκαιον εἴτε μὴ τῇ σῇ φρενὶ |613 δοκεῖ τόδʼ αἷμα, κρῖνον, ὡς τούτοις φράσω. |614 λέξω πρὸς ὑμᾶς τόνδʼ Ἀθηναίας μέγαν |615 θεσμὸν δικαίως,—μάντις ὢν δʼ οὐ ψεύσομαι. |616 οὐπώποτʼ εἶπον μαντικοῖσιν ἐν θρόνοις, |617 οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, |618 ὃ μὴ κελεύσαι Ζεὺς Ὀλυμπίων πατήρ. |619 τὸ μὲν δίκαιον τοῦθʼ ὅσον σθένει μαθεῖν, |620 βουλῇ πιφαύσκω δʼ ὔμμʼ ἐπισπέσθαι πατρός· |621 ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. |622 Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε, |623 φράζειν Ὀρέστῃ τῷδε, τὸν πατρὸς φόνον |624 πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; |625 οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν |626 διοσδότοις σκήπτροισι τιμαλφούμενον, |627 καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις |628 τόξοις ἑκηβόλοισιν, ὥστʼ Ἀμαζόνος, |629 ἀλλʼ ὡς ἀκούσῃ, Παλλὰς οἵ τʼ ἐφήμενοι |630 ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. |631 ἀπὸ στρατείας γάρ νιν ἠμποληκότα |632 τὰ πλεῖστʼ ἄμεινον εὔφροσιν δεδεγμένη, |633 δροίτῃ περῶντι λουτρὰ κἀπὶ τέρματι |634 φᾶρος περεσκήνωσεν, ἐν δʼ ἀτέρμονι |635 κόπτει πεδήσασʼ ἄνδρα δαιδάλῳ πέπλῳ. |636 ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος |637 τοῦ παντοσέμνου, τοῦ στρατηλάτου νεῶν. |638 ταύτην τοιαύτην εἶπον, ὡς δηχθῇ λεώς, |639 ὅσπερ τέτακται τήνδε κυρῶσαι δίκην. |640 πατρὸς προτιμᾷ Ζεὺς μόρον τῷ σῷ λόγῳ· |641 αὐτὸς δʼ ἔδησε πατέρα πρεσβύτην Κρόνον. |642 πῶς ταῦτα τούτοις οὐκ ἐναντίως λέγεις; |643 ὑμᾶς δʼ ἀκούειν ταῦτʼ ἐγὼ μαρτύρομαι. |644 ὦ παντομισῆ κνώδαλα, στύγη θεῶν, |645 πέδας μὲν ἂν λύσειεν, ἔστι τοῦδʼ ἄκος |646 καὶ κάρτα πολλὴ μηχανὴ λυτήριος· |647 ἀνδρὸς δʼ ἐπειδὰν αἷμʼ ἀνασπάσῃ κόνις |648 ἅπαξ θανόντος, οὔτις ἔστʼ ἀνάστασις. |649 τούτων ἐπῳδὰς οὐκ ἐποίησεν πατὴρ |650 οὑμός, τὰ δʼ ἄλλα πάντʼ ἄνω τε καὶ κάτω |651 στρέφων τίθησιν οὐδὲν ἀσθμαίνων μένει. |652 πῶς γὰρ τὸ φεύγειν τοῦδʼ ὑπερδικεῖς ὅρα· |653 τὸ μητρὸς αἷμʼ ὅμαιμον ἐκχέας πέδοι |654 ἔπειτʼ ἐν Ἄργει δώματʼ οἰκήσει πατρός; |655 ποίοισι βωμοῖς χρώμενος τοῖς δημίοις; |656 ποία δὲ χέρνιψ φρατέρων προσδέξεται; |657 καὶ τοῦτο λέξω, καὶ μάθʼ ὡς ὀρθῶς ἐρῶ. |658 οὐκ ἔστι μήτηρ ἡ κεκλημένου τέκνου |659 τοκεύς, τροφὸς δὲ κύματος νεοσπόρου. |660 τίκτει δʼ ὁ θρῴσκων, ἡ δʼ ἅπερ ξένῳ ξένη |661 ἔσωσεν ἔρνος, οἷσι μὴ βλάψῃ θεός. |662 τεκμήριον δὲ τοῦδέ σοι δείξω λόγου. |663 πατὴρ μὲν ἂν γένοιτʼ ἄνευ μητρός· πέλας |664 μάρτυς πάρεστι παῖς Ὀλυμπίου Διός, |665 οὐδʼ ἐν σκότοισι νηδύος τεθραμμένη, |666 ἀλλʼ οἷον ἔρνος οὔτις ἂν τέκοι θεός. |667 ἐγὼ δέ, Παλλάς, τἄλλα θʼ ὡς ἐπίσταμαι, |668 τὸ σὸν πόλισμα καὶ στρατὸν τεύξω μέγαν, |669 καὶ τόνδʼ ἔπεμψα σῶν δόμων ἐφέστιον, |670 ὅπως γένοιτο πιστὸς εἰς τὸ πᾶν χρόνου |671 καὶ τόνδʼ ἐπικτήσαιο σύμμαχον, θεά, |672 καὶ τοὺς ἔπειτα, καὶ τάδʼ αἰανῶς μένοι |673 στέργειν τὰ πιστὰ τῶνδε τοὺς ἐπισπόρους. |674 ἤδη κελεύω τούσδʼ ἀπὸ γνώμης φέρειν |675 ψῆφον δικαίαν, ὡς ἅλις λελεγμένων; |676 ἡμῖν μὲν ἤδη πᾶν τετόξευται βέλος. |677 μένω δʼ ἀκοῦσαι πῶς ἀγὼν κριθήσεται. |678 τί γάρ; πρὸς ὑμῶν πῶς τιθεῖσʼ ἄμομφος ὦ; |679 ἠκούσαθʼ ὧν ἠκούσατʼ, ἐν δὲ καρδίᾳ |680 ψῆφον φέροντες ὅρκον αἰδεῖσθε, ξένοι. |681 κλύοιτʼ ἂν ἤδη θεσμόν, Ἀττικὸς λεώς, |682 πρώτας δίκας κρίνοντες αἵματος χυτοῦ. |683 ἔσται δὲ καὶ τὸ λοιπὸν Αἰγέως στρατῷ |684 αἰεὶ δικαστῶν τοῦτο βουλευτήριον. |685 πάγον δʼ Ἄρειον τόνδʼ, Ἀμαζόνων ἕδραν |686 σκηνάς θʼ, ὅτʼ ἦλθον Θησέως κατὰ φθόνον |687 στρατηλατοῦσαι, καὶ πόλιν νεόπτολιν |688 τήνδʼ ὑψίπυργον ἀντεπύργωσαν τότε, |689 Ἄρει δʼ ἔθυον, ἔνθεν ἔστʼ ἐπώνυμος |690 πέτρα, πάγος τʼ Ἄρειος· ἐν δὲ τῷ σέβας |691 ἀστῶν φόβος τε ξυγγενὴς τὸ μὴ ἀδικεῖν |692 σχήσει τό τʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ὁμῶς, |693 αὐτῶν πολιτῶν μὴ ʼπιχραινόντων νόμους |694 κακαῖς ἐπιρροαῖσι· βορβόρῳ δʼ ὕδωρ |695 λαμπρὸν μιαίνων οὔποθʼ εὑρήσεις ποτόν. |696 τὸ μήτʼ ἄναρχον μήτε δεσποτούμενον |697 ἀστοῖς περιστέλλουσι βουλεύω σέβειν, |698 καὶ μὴ τὸ δεινὸν πᾶν πόλεως ἔξω βαλεῖν. |699 τίς γὰρ δεδοικὼς μηδὲν ἔνδικος βροτῶν; |700 τοιόνδε τοι ταρβοῦντες ἐνδίκως σέβας |701 ἔρυμά τε χώρας καὶ πόλεως σωτήριον |702 ἔχοιτʼ ἄν, οἷον οὔτις ἀνθρώπων ἔχει, |703 οὔτʼ ἐν Σκύθῃσιν οὔτε Πέλοπος ἐν τόποις. |704 κερδῶν ἄθικτον τοῦτο βουλευτήριον, |705 αἰδοῖον, ὀξύθυμον, εὑδόντων ὕπερ |706 ἐγρηγορὸς φρούρημα γῆς καθίσταμαι. |707 ταύτην μὲν ἐξέτεινʼ ἐμοῖς παραίνεσιν |708 ἀστοῖσιν εἰς τὸ λοιπόν· ὀρθοῦσθαι δὲ χρὴ |709 καὶ ψῆφον αἴρειν καὶ διαγνῶναι δίκην |710 αἰδουμένους τὸν ὅρκον. εἴρηται λόγος. |711 καὶ μὴν βαρεῖαν τήνδʼ ὁμιλίαν χθονὸς |712 ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι. |713 κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς |714 ταρβεῖν κελεύω μηδʼ ἀκαρπώτους κτίσαι. |715 ἀλλʼ αἱματηρὰ πράγματʼ οὐ λαχὼν σέβεις, |716 μαντεῖα δʼ οὐκέθʼ ἁγνὰ μαντεύσῃ νέμων. |717 ἦ καὶ πατήρ τι σφάλλεται βουλευμάτων |718 πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος; |719 λέγεις· ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης |720 βαρεῖα χώρᾳ τῇδʼ ὁμιλήσω πάλιν. |721 ἀλλʼ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις |722 θεοῖς ἄτιμος εἶ σύ· νικήσω δʼ ἐγώ. |723 τοιαῦτʼ ἔδρασας καὶ Φέρητος ἐν δόμοις· |724 Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς. |725 οὔκουν δίκαιον τὸν σέβοντʼ εὐεργετεῖν, |726 ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι; |727 σύ τοι παλαιὰς διανομὰς καταφθίσας |728 οἴνῳ παρηπάτησας ἀρχαίας θεάς. |729 σύ τοι τάχʼ οὐκ ἔχουσα τῆς δίκης τέλος |730 ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν. |731 ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος, |732 δίκης γενέσθαι τῆσδʼ ἐπήκοος μένω, |733 ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει. |734 ἐμὸν τόδʼ ἔργον, λοισθίαν κρῖναι δίκην· |735 ψῆφον δʼ Ὀρέστῃ τήνδʼ ἐγὼ προσθήσομαι. |736 μήτηρ γὰρ οὔτις ἐστὶν ἥ μʼ ἐγείνατο, |737 τὸ δʼ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν, |738 ἅπαντι θυμῷ, κάρτα δʼ εἰμὶ τοῦ πατρός. |739 οὕτω γυναικὸς οὐ προτιμήσω μόρον |740 ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον. |741 νικᾷ δʼ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ. |742 ἐκβάλλεθʼ ὡς τάχιστα τευχέων πάλους, |743 ὅσοις δικαστῶν τοῦτʼ ἐπέσταλται τέλος. |744 ὦ Φοῖβʼ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται; |745 ὦ Νὺξ μέλαινα μῆτερ, ἆρʼ ὁρᾷς τάδε; |746 νῦν ἀγχόνης μοι τέρματʼ, ἢ φάος βλέπειν. |747 ἡμῖν γὰρ ἔρρειν, ἢ πρόσω τιμὰς νέμειν. |748 πεμπάζετʼ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι, |749 τὸ μὴ ʼδικεῖν σέβοντες ἐν διαιρέσει. |750 γνώμης δʼ ἀπούσης πῆμα γίγνεται μέγα, |751 βαλοῦσά τʼ οἶκον ψῆφος ὤρθωσεν μία. |752 ἀνὴρ ὅδʼ ἐκπέφευγεν αἵματος δίκην· |753 ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων. |754 ὦ Παλλάς, ὦ σώσασα τοὺς ἐμοὺς δόμους. |755 γαίας πατρῴας ἐστερημένον σύ τοι |756 κατῴκισάς με· καί τις Ἑλλήνων ἐρεῖ, |757 Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν |758 οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου |759 ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου |760 σωτῆρος, ὃς πατρῷον αἰδεσθεὶς μόρον |761 σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν. |762 ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ |763 τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον |764 ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους, |765 μήτοι τινʼ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς |766 ἐλθόντʼ ἐποίσειν εὖ κεκασμένον δόρυ. |767 αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε |768 τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα |769 ἀμηχάνοισι πράξομεν δυσπραξίαις, |770 ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους |771 τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος· |772 ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος |773 τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί, |774 αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι. |775 καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς· |776 πάλαισμʼ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις, |777 σωτήριόν τε καὶ δορὸς νικηφόρον. [choral] [strophe 1] |778 ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους |779 καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. |780 ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος |781 ἐν γᾷ τᾷδε, φεῦ, |782 ἰὸν ἰὸν ἀντιπενθῆ |783 μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ |784 ἄφορον· ἐκ δὲ τοῦ |785 λειχὴν ἄφυλλος, ἄτεκνος, |786 ἰὼ δίκα, πέδον ἐπισύμενος |787 βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. |788 στενάζω· τί ῥέξω; |789 γελῶμαι πολίταις. |790 δύσοισθʼ ἅπαθον. |791 ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς |792 Νυκτὸς ἀτιμοπενθεῖς. |793 ἐμοὶ πίθεσθε μὴ βαρυστόνως φέρειν. |795 οὐ γὰρ νενίκησθʼ, ἀλλʼ ἰσόψηφος δίκη |796 ἐξῆλθʼ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν· |797 ἀλλʼ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν, |798 αὐτός θʼ ὁ χρήσας αὐτὸς ἦν ὁ μαρτυρῶν, |799 ὡς ταῦτʼ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν. |800 ὑμεῖς δὲ μὴ θυμοῦσθε μηδὲ τῇδε γῇ |801 βαρὺν κότον σκήψητε, μηδʼ ἀκαρπίαν |802 τεύξητʼ, ἀφεῖσαι δαιμόνων σταλάγματα, |803 βρωτῆρας αἰχμὰς σπερμάτων ἀνημέρους. |804 ἐγὼ γὰρ ὑμῖν πανδίκως ὑπίσχομαι |805 ἕδρας τε καὶ κευθμῶνας ἐνδίκου χθονὸς |806 λιπαροθρόνοισιν ἡμένας ἐπʼ ἐσχάραις |807 ἕξειν ὑπʼ ἀστῶν τῶνδε τιμαλφουμένας. [antistrophe 1] |808 ἰὼ θεοὶ νεώτεροι, παλαιοὺς νόμους |809 καθιππάσασθε κἀκ χερῶν εἵλεσθέ μου. |810 ἐγὼ δʼ ἄτιμος ἁ τάλαινα βαρύκοτος |811 ἐν γᾷ τᾷδε, φεῦ, |812 ἰὸν ἰὸν ἀντιπενθῆ |813 μεθεῖσα καρδίας, σταλαγμὸν χθονὶ |814 ἄφορον· ἐκ δὲ τοῦ |815 λειχὴν ἄφυλλος, ἄτεκνος, |816 ἰὼ δίκα, πέδον ἐπισύμενος |817 βροτοφθόρους κηλῖδας ἐν χώρᾳ βαλεῖ. |818 στενάζω· τί ῥέξω; |819 γελῶμαι πολίταις· |820 δύσοισθʼ ἅπαθον. |821 ἰὼ μεγάλα τοι κόραι δυστυχεῖς |822 Νυκτὸς ἀτιμοπενθεῖς. |823 οὐκ ἔστʼ ἄτιμοι, μηδʼ ὑπερθύμως ἄγαν |825 θεαὶ βροτῶν κτίσητε δύσκηλον χθόνα. |826 κἀγὼ πέποιθα Ζηνί, καὶ τί δεῖ λέγειν; |827 καὶ κλῇδας οἶδα δώματος μόνη θεῶν, |828 ἐν ᾧ κεραυνός ἐστιν ἐσφραγισμένος· |829 ἀλλʼ οὐδὲν αὐτοῦ δεῖ· σὺ δʼ εὐπιθὴς ἐμοὶ |830 γλώσσης ματαίας μὴ ʼκβάλῃς ἔπη χθονί, |831 καρπὸν φέροντα πάντα μὴ πράσσειν καλῶς. |832 κοίμα κελαινοῦ κύματος πικρὸν μένος |833 ὡς σεμνότιμος καὶ ξυνοικήτωρ ἐμοί· |834 πολλῆς δὲ χώρας τῆσδʼ ἔτʼ ἀκροθίνια |835 θύη πρὸ παίδων καὶ γαμηλίου τέλους |836 ἔχουσʼ ἐς αἰεὶ τόνδʼ ἐπαινέσεις λόγον. [strophe 2] |837 ἐμὲ παθεῖν τάδε, φεῦ, |838 ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, |839 φεῦ, ἀτίετον μύσος. |840 πνέω τοι μένος ἅπαντά τε κότον. |841 οἶ οἶ δᾶ, φεῦ. |842 τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς ; |843 θυμὸν ἄιε, μᾶτερ |845 Νύξ· ἀπὸ γάρ με τι- |846 μᾶν δαναιᾶν θεῶν |847 δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι. |848 ὀργὰς ξυνοίσω σοι· γεραιτέρα γὰρ εἶ. |849 καὶ τῷ μὲν εἶ σὺ κάρτʼ ἐμοῦ σοφωτέρα· |850 φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς. |851 ὑμεῖς δʼ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα |852 γῆς τῆσδʼ ἐρασθήσεσθε· προυννέπω τάδε. |853 οὑπιρρέων γὰρ τιμιώτερος χρόνος |854 ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν |855 ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως |856 τεύξῃ παρʼ ἀνδρῶν καὶ γυναικείων στόλων, |857 ὅσων παρʼ ἄλλων οὔποτʼ ἂν σχέθοις βροτῶν. |858 σὺ δʼ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς |859 μήθʼ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας |860 νέων, ἀοίνοις ἐμμανεῖς θυμώμασιν, |861 μήτʼ, ἐξελοῦσʼ ὡς καρδίαν ἀλεκτόρων, |862 ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη |863 ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν. |864 θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών, |865 ἐν ᾧ τις ἔσται δεινὸς εὐκλείας ἔρως· |866 ἐνοικίου δʼ ὄρνιθος οὐ λέγω μάχην. |867 τοιαῦθʼ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ, |868 εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην |869 χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης. [antistrophe 2] |870 ἐμὲ παθεῖν τάδε, φεῦ, |871 ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν, |872 φεῦ, ἀτίετον μύσος. |873 πνέω τοι μένος ἅπαντά τε κότον. |874 οἶ οἶ δᾶ, φεῦ. |875 τίς μʼ ὑποδύεται, τίς ὀδύνα πλευράς; |876 θυμὸν ἄιε, μᾶτερ |877 Νύξ· ἀπὸ γάρ με τι- |878 μᾶν δαναιᾶν θεῶν |880 δυσπάλαμοι παρʼ οὐδὲν ἦραν δόλοι. |881 οὔτοι καμοῦμαί σοι λέγουσα τἀγαθά, |882 ὡς μήποτʼ εἴπῃς πρὸς νεωτέρας ἐμοῦ |883 θεὸς παλαιὰ καὶ πολισσούχων βροτῶν |884 ἄτιμος ἔρρειν τοῦδʼ ἀπόξενος πέδου. |885 ἀλλʼ εἰ μὲν ἁγνόν ἐστί σοι Πειθοῦς σέβας, |886 γλώσσης ἐμῆς μείλιγμα καὶ θελκτήριον, |887 σὺ δʼ οὖν μένοις ἄν· εἰ δὲ μὴ θέλεις μένειν, |888 οὔ τἂν δικαίως τῇδʼ ἐπιρρέποις πόλει |889 μῆνίν τινʼ ἢ κότον τινʼ ἢ βλάβην στρατῷ. |890 ἔξεστι γάρ σοι τῆσδε γαμόρῳ χθονὸς |891 εἶναι δικαίως ἐς τὸ πᾶν τιμωμένῃ. [episode] |892 ἄνασσʼ Ἀθάνα, τίνα με φὴς ἔχειν ἕδραν; |893 πάσης ἀπήμονʼ οἰζύος· δέχου δὲ σύ. |894 καὶ δὴ δέδεγμαι· τίς δέ μοι τιμὴ μένει; |895 ὡς μή τινʼ οἶκον εὐθενεῖν ἄνευ σέθεν. |896 σὺ τοῦτο πράξεις, ὥστε με σθένειν τόσον; |897 τῷ γὰρ σέβοντι συμφορὰς ὀρθώσομεν. |898 καί μοι πρόπαντος ἐγγύην θήσῃ χρόνου; |899 ἔξεστι γάρ μοι μὴ λέγειν ἃ μὴ τελῶ. |900 θέλξειν μʼ ἔοικας καὶ μεθίσταμαι κότου. |901 τοιγὰρ κατὰ χθόνʼ οὖσʼ ἐπικτήσῃ φίλους. |902 τί οὖν μʼ ἄνωγας τῇδʼ ἐφυμνῆσαι χθονί; |903 ὁποῖα νίκης μὴ κακῆς ἐπίσκοπα, |904 καὶ ταῦτα γῆθεν ἔκ τε ποντίας δρόσου |905 ἐξ οὐρανοῦ τε· κἀνέμων ἀήματα |906 εὐηλίως πνέοντʼ ἐπιστείχειν χθόνα· |907 καρπόν τε γαίας καὶ βοτῶν ἐπίρρυτον |908 ἀστοῖσιν εὐθενοῦντα μὴ κάμνειν χρόνῳ, |909 καὶ τῶν βροτείων σπερμάτων σωτηρίαν. |910 τῶν εὐσεβούντων δʼ ἐκφορωτέρα πέλοις. |911 στέργω γάρ, ἀνδρὸς φιτυποίμενος δίκην, |912 τὸ τῶν δικαίων τῶνδʼ ἀπένθητον γένος. |913 τοιαῦτα σοὔστι. τῶν ἀρειφάτων δʼ ἐγὼ |914 πρεπτῶν ἀγώνων οὐκ ἀνέξομαι τὸ μὴ οὐ |915 τήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν. [choral] [strophe 1] |916 δέξομαι Παλλάδος ξυνοικίαν, |917 οὐδʼ ἀτιμάσω πόλιν, |918 τὰν καὶ Ζεὺς ὁ παγκρατὴς Ἄρης τε |919 φρούριον θεῶν νέμει, |920 ῥυσίβωμον Ἑλλάνων ἄγαλμα δαιμόνων· |921 ᾇτʼ ἐγὼ κατεύχομαι |922 θεσπίσασα πρευμενῶς |923 ἐπισσύτους βίου τύχας ὀνησίμους |925 γαίας ἐξαμβρῦσαι |926 φαιδρὸν ἁλίου σέλας. [anapests] |927 τάδʼ ἐγὼ προφρόνως τοῖσδε πολίταις |928 πράσσω, μεγάλας καὶ δυσαρέστους |929 δαίμονας αὐτοῦ κατανασσαμένη. |930 πάντα γὰρ αὗται τὰ κατʼ ἀνθρώπους |931 ἔλαχον διέπειν. |932 ὁ δὲ μὴ κύρσας βαρεῶν τούτων |933 οὐκ οἶδεν ὅθεν πληγαὶ βιότου. |934 τὰ γὰρ ἐκ προτέρων ἀπλακήματά νιν |935 πρὸς τάσδʼ ἀπάγει, σιγῶν δʼ ὄλεθρος |936 καὶ μέγα φωνοῦντʼ |937 ἐχθραῖς ὀργαῖς ἀμαθύνει. [antistrophe 1] |938 δενδροπήμων δὲ μὴ πνέοι βλάβα, |939 τὰν ἐμὰν χάριν λέγω· |940 φλογμός τʼ ὀμματοστερὴς φυτῶν, τὸ |941 μὴ περᾶν ὅρον τόπων, |942 μηδʼ ἄκαρπος αἰανὴς ἐφερπέτω νόσος, |943 μῆλά τʼ εὐθενοῦντα γᾶ |945 ξὺν διπλοῖσιν ἐμβρύοις |946 τρέφοι χρόνῳ τεταγμένῳ· γόνος δʼ ἀεὶ |947 πλουτόχθων ἑρμαίαν |948 δαιμόνων δόσιν τίοι. [anapests] |949 ἦ τάδʼ ἀκούετε, πόλεως φρούριον, |950 οἷʼ ἐπικραίνει; μέγα γὰρ δύναται |951 πότνιʼ Ἐρινὺς παρά τʼ ἀθανάτοις |952 τοῖς θʼ ὑπὸ γαῖαν, περί τʼ ἀνθρώπων |953 φανερῶς τελέως διαπράσσουσιν, |954 τοῖς μὲν ἀοιδάς, τοῖς δʼ αὖ δακρύων |955 βίον ἀμβλωπὸν παρέχουσαι. [strophe 2] |956 ἀνδροκμῆτας δʼ ἀώρ- |957 ους ἀπεννέπω τύχας, |958 νεανίδων τʼ ἐπηράτων |959 ἀνδροτυχεῖς βιότους |960 δότε, κύριʼ ἔχοντες, |961 θεαί τʼ ὦ Μοῖραι |962 ματροκασιγνῆται, |963 δαίμονες ὀρθονόμοι, |964 παντὶ δόμῳ μετάκοινοι, |965 παντὶ χρόνῳ δʼ ἐπιβριθεῖς |966 ἐνδίκοις ὁμιλίαις, |967 πάντᾳ τιμιώταται θεῶν. [anapests] |968 τάδε τοι χώρᾳ τἠμῇ προφρόνως |969 ἐπικραινομένων |970 γάνυμαι· στέργω δʼ ὄμματα Πειθοῦς, |971 ὅτι μοι γλῶσσαν καὶ στόμʼ ἐπωπᾷ |972 πρὸς τάσδʼ ἀγρίως ἀπανηναμένας· |973 ἀλλʼ ἐκράτησε Ζεὺς ἀγοραῖος· |974 νικᾷ δʼ ἀγαθῶν |975 ἔρις ἡμετέρα διὰ παντός. [antistrophe 2] |976 τὰν δʼ ἄπληστον κακῶν |977 μήποτʼ ἐν πόλει στάσιν |978 τᾷδʼ ἐπεύχομαι βρέμειν. |979 μηδὲ πιοῦσα κόνις |980 μέλαν αἷμα πολιτᾶν |981 διʼ ὀργὰν ποινᾶς |982 ἀντιφόνους ἄτας |983 ἁρπαλίσαι πόλεως. |984 χάρματα δʼ ἀντιδιδοῖεν |985 κοινοφιλεῖ διανοίᾳ, |986 καὶ στυγεῖν μιᾷ φρενί· |987 πολλῶν γὰρ τόδʼ ἐν βροτοῖς ἄκος. [anapests] |988 ἆρα φρονοῦσιν γλώσσης ἀγαθῆς |989 ὁδὸν εὑρίσκειν; |990 ἐκ τῶν φοβερῶν τῶνδε προσώπων |991 μέγα κέρδος ὁρῶ τοῖσδε πολίταις· |992 τάσδε γὰρ εὔφρονας εὔφρονες αἰεὶ |993 μέγα τιμῶντες καὶ γῆν καὶ πόλιν |994 ὀρθοδίκαιον |995 πρέψετε πάντως διάγοντες. [strophe 3] |996 χαίρετε χαίρετʼ ἐν αἰσιμίαισι πλούτου. |997 χαίρετʼ ἀστικὸς λεώς, |998 ἴκταρ ἥμενοι Διός, |999 παρθένου φίλας φίλοι |1000 σωφρονοῦντες ἐν χρόνῳ. |1001 Παλλάδος δʼ ὑπὸ πτεροῖς |1002 ὄντας ἅζεται πατήρ. [anapests] |1003 χαίρετε χὐμεῖς· προτέραν δʼ ἐμὲ χρὴ |1004 στείχειν θαλάμους ἀποδείξουσαν |1005 πρὸς φῶς ἱερὸν τῶνδε προπομπῶν. |1006 ἴτε καὶ σφαγίων τῶνδʼ ὑπὸ σεμνῶν |1007 κατὰ γῆς σύμεναι τὸ μὲν ἀτηρὸν |1008 χώρας κατέχειν, τὸ δὲ κερδαλέον |1009 πέμπειν πόλεως ἐπὶ νίκῃ. |1010 ὑμεῖς δʼ ἡγεῖσθε, πολισσοῦχοι |1011 παῖδες Κραναοῦ, ταῖσδε μετοίκοις. |1012 εἴη δʼ ἀγαθῶν |1013 ἀγαθὴ διάνοια πολίταις. [antistrophe 3] |1014 χαίρετε, χαίρετε δʼ αὖθις, ἐπανδιπλάζω, |1015 πάντες οἱ κατὰ πτόλιν, |1016 δαίμονές τε καὶ βροτοί, |1017 Παλλάδος πόλιν νέμον- |1018 τες· μετοικίαν δʼ ἐμὴν |1019 εὖ σέβοντες οὔτι μέμ- |1020 ψεσθε συμφορὰς βίου. [episode] |1021 αἰνῶ τε μύθους τῶνδε τῶν κατευγμάτων |1022 πέμψω τε φέγγει λαμπάδων σελασφόρων |1023 εἰς τοὺς ἔνερθε καὶ κατὰ χθονὸς τόπους |1024 ξὺν προσπόλοισιν, αἵτε φρουροῦσιν βρέτας |1025 τοὐμὸν δικαίως. ὄμμα γὰρ πάσης χθονὸς |1026 Θησῇδος ἐξίκοιτʼ ἂν εὐκλεὴς λόχος |1027 παίδων, γυναικῶν, καὶ στόλος πρεσβυτίδων. |1028 φοινικοβάπτοις ἐνδυτοῖς ἐσθήμασι |1029 τιμᾶτε, καὶ τὸ φέγγος ὁρμάσθω πυρός, |1030 ὅπως ἂν εὔφρων ἥδʼ ὁμιλία χθονὸς |1031 τὸ λοιπὸν εὐάνδροισι συμφοραῖς πρέπῃ. [choral] [strophe 1] |1032 βᾶτε δόμῳ, μεγάλαι φιλότιμοι |1033 Νυκτὸς παῖδες ἄπαιδες, ὑπʼ εὔφρονι πομπᾷ, |1035 εὐφαμεῖτε δέ, χωρῖται, [antistrophe 1] |1036 γᾶς ὑπὸ κεύθεσιν ὠγυγίοισιν, |1037 καὶ τιμαῖς καὶ θυσίαις περίσεπτα τυχοῦσαι, |1038 εὐφαμεῖτε δὲ πανδαμεί. [strophe 2] |1040 ἵλαοι δὲ καὶ σύμφρονες γᾷ |1041 δεῦρʼ ἴτε, Σεμναί, ξὺν πυριδάπτῳ |1042 λαμπάδι τερπόμεναι καθʼ ὁδόν. |1043 ὀλολύξατε νῦν ἐπὶ μολπαῖς. [antistrophe 2] |1044 σπονδαὶ δʼ ἐς τὸ πᾶν ἐκ μετοίκων |1045 Παλλάδος ἀστοῖς. Ζεὺς ὁ πανόπτας |1046 οὕτω Μοῖρά τε συγκατέβα. |1047 ὀλολύξατε νῦν ἐπὶ μολπαῖς.