[edition urn:cts:greekLit:tlg0085.tlg004.perseus-grc2] [episode] |1 Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια |2 ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως |3 οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ. |4 εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ· |5 εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, |6 Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν |7 ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις |8 οἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριος |9 ἐπώνυμος γένοιτο Καδμείων πόλει. |10 ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτι |11 ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, |12 βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, |13 ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές, |14 πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων |15 βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε· |16 τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ· |17 ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ, |18 ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, |19 ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρους |20 πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. |21 καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός· |22 χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις |23 καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. |24 νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, |25 ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, |26 χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ· |27 οὗτος τοιῶνδε δεσπότης μαντευμάτων |28 λέγει μεγίστην προσβολὴν Ἀχαιίδα |29 νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει. |30 ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτων |31 ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, |32 πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν |33 πύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοις |34 μίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδων |35 ταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός. |36 σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ |37 ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ· |38 καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ. |39 Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, |40 ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, |41 αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων· |42 ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, |43 ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος |44 καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, |45 Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβον |46 ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς |47 θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, |48 ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ· |49 μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους |50 πρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ |51 λείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα. |52 σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων |53 ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. |54 καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται· |55 κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼν |56 ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. |57 πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως |58 πυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος· |59 ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς |60 χωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸς |61 χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. |62 σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος |63 φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς |64 Ἄρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ· |65 καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ· |66 κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον |67 ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου |68 εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ. |69 ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, |70 Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, |71 μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον |72 ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος |73 φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους· |74 ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν |75 ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν· |76 γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν· |77 πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει. [lyric] |78 θρέομαι φοβερὰ μεγάλʼ ἄχη· |79 μεθεῖται στρατός· στρατόπεδον λιπὼν |80 ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας· |81 αἰθερία κόνις με πείθει φανεῖσʼ, |82 ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. |83 ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ- |84 τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼ |85 ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. |86 ἰὼ ἰὼ |87 ἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸν |88 βοᾷ τειχέων ὕπερ ἀλεύσατε. |89 ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- |90 τρεπὴς ἐπὶ πόλιν διώκων πόδα. |91 τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσει |92 θεῶν ἢ θεᾶν; |93 πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσω |95 βρέτη δαιμόνων; |96 ἰὼ μάκαρες εὔεδροι, |97 ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ- |98 λομεν ἀγάστονοι; |100 ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον; |101 πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ- |102 φὶ λιτάνʼ ἕξομεν; |103 κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός. |104 τί ῥέξεις; προδώσεις, παλαίχθων |105 Ἄρης, τὰν τεάν; |106 ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι- |107 δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου. [choral] [strophe 1] |109 θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς· |110 ἴδετε παρθένων |111 ἱκέσιον λόχον δουλοσύνας ὕπερ. |112 κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν |115 καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. |116 ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές, |117 πάντως ἄρηξον δαΐων ἅλωσιν. |120 Ἀργέιοι δὲ πόλισμα Κάδμου |121 κυκλοῦνται· φόβος δʼ ἀρῄων ὅπλων |122 δονεῖ, διὰ δέ τοι γενύων ἱππίων |123 κινύρονται φόνον χαλινοί. |124 ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦ |125 δορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαις |127 προσίστανται πάλῳ λαχόντες. [antistrophe 1] |128 σύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος, |129 ῥυσίπολις γενοῦ, |130 Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξ |131 ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ, |132 ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου. |135 σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον |136 Κάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς. |140 καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ, |141 ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος |142 γεγόναμεν· λιταῖσί σε θεοκλύτοις |143 ἀυτοῦσαι πελαζόμεσθα. |145 καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦ |146 στρατῷ δαΐῳ στόνων ἀντίτας. |147 σύ τʼ, ὦ Λατογένει- |148 α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα. [strophe 2] |149 ἒ ἒ ἒ ἔ, |150 ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω· |151 ὦ πότνιʼ Ἥρα. |152 ἔλακον ἀξόνων βριθομένων χνόαι. |153 Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ, |155 δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται. |156 τί πόλις ἄμμι πάσχει, τί γενήσεται; |157 ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός; [antistrophe 2] |158 ἒ ἒ ἒ ἔ, |158b ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται· |159 ὦ φίλʼ Ἄπολλον· |160 κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, |161 παῖ Διός, ὅθεν |162 πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ. |163 σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεως |165 ἑπτάπυλον ἕδος ἐπιρρύου. [strophe 3] |166 ἰὼ παναρκεῖς θεοί, |167 ἰὼ τέλειοι τέλειαί τε γᾶς |168 τᾶσδε πυργοφύλακες, |169 πόλιν δορίπονον μὴ προδῶθʼ |170 ἑτεροφώνῳ στρατῷ. |171 κλύετε παρθένων κλύετε πανδίκως |172 χειροτόνους λιτάς. [antistrophe 3] |174 ἰὼ φίλοι δαίμονες, |175 λυτήριοί τʼ ἀμφιβάντες πόλιν, |176 δείξαθʼ ὡς φιλοπόλεις, |177 μέλεσθέ θʼ ἱερῶν δημίων, |178 μελόμενοι δʼ ἀρήξατε· |179 φιλοθύτων δέ τοι πόλεος ὀργίων |180 μνήστορες ἐστέ μοι. [episode] |181 ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετά, |182 ἦ ταῦτʼ ἄριστα καὶ πόλει σωτήρια, |183 στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ, |185 βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν |186 αὔειν, λακάζειν, σωφρόνων μισήματα; |187 μήτʼ ἐν κακοῖσι μήτʼ ἐν εὐεστοῖ φίλῃ |188 ξύνοικος εἴην τῷ γυναικείῳ γένει. |189 κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, |190 δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν. |191 καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς |192 θεῖσαι διερροθήσατʼ ἄψυχον κάκην· |193 τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται, |194 αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα. |195 τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις. |196 κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, |197 ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον, |198 ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται, |199 λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον. |200 μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, |201 τἄξωθεν· ἔνδον δʼ οὖσα μὴ βλάβην τίθει. |202 ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω; [choral] [strophe 1] |203 ὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού- |204 σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον, |205 ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, |206 ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμα |207 πυριγενετᾶν χαλινῶν. |208 τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν |209 πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας, |210 νεὼς καμούσης ποντίῳ πρὸς κύματι ; [antistrophe 1] |211 ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ- |212 χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος |213 ὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις· |214 δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως |215 ἵνʼ ὑπερέχοιεν ἀλκάν. |216 πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ. |217 οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς |218 τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος. [strophe 2] |219 μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶν |220 ἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼ |221 ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ |222 ἁπτόμενον πυρὶ δαΐῳ. |223 μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς· |224 πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας |225 μήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος. [antistrophe 2] |226 ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα· |227 πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανον |228 κἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτων |229 κρημναμενᾶν νεφελᾶν ὀρθοῖ. |230 ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήρια |231 θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους · |232 σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων. [strophe 3] |233 διὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον, |234 δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει. |235 τίς τάδε νέμεσις στυγεῖ; |236 οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος· |237 ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, |238 εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ. [antistrophe 3] |239 ποτίφατον κλύουσα πάταγον ἀνάμιγα |240 ταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν, |241 τίμιον ἕδος, ἱκόμαν. |242 μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους |243 πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε. |244 τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν. [episode] |245 καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων. |246 μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν. |247 στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. |248 οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. |249 δέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται. |250 οὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν; |251 ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. |252 οὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε; |253 θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. |254 αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν. |255 ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. |256 ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος. |257 μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. |258 παλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων; |259 ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. |260 αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. |261 λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι. |262 σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. |263 σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. |264 τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. |265 καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων, |266 εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς· |267 κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺ |268 ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον, |269 Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, |270 θάρσος φίλοις, λύουσα πολέμιον φόβον. |271 ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς, |272 πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις, |273 Δίρκης τε πηγαῖς, ὕδατί τʼ Ἰσμηνοῦ λέγω |274 εὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης, |275 μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν, |276 ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαι |277 θύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα, |278 στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις. |279 στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα. |280 τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, |281 μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν· |282 οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον. |283 ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ |284 ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον |285 εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, |286 πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους |287 λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο. [choral] [strophe 1] |288 μέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ· |289 γείτονες δὲ καρδίας |290 μέριμναι ζωπυροῦσι τάρβος |291 τὸν ἀμφιτειχῆ λεών, |292 δράκοντας ὥς τις τέκνων |293 ὑπερδέδοικεν λεχαίων δυσευνάτορας |294 πάντρομος πελειάς. |295 τοὶ μὲν γὰρ ποτὶ πύργους |296 πανδαμεὶ πανομιλεὶ |297 στείχουσιν. τί γένωμαι; |298 τοὶ δʼ ἐπʼ ἀμφιβόλοισιν |299 ἰάπτουσι πολίταις |300 χερμάδʼ ὀκριόεσσαν. |301 παντὶ τρόπῳ, Διογενεῖς |302 θεοί, πόλιν καὶ στρατὸν |303 Καδμογενῆ ῥύεσθε. [antistrophe 1] |304 ποῖον δʼ ἀμείψεσθε γαίας πέδον |305 τᾶσδʼ ἄρειον, ἐχθροῖς |306 ἀφέντες τὰν βαθύχθονʼ αἶαν, |307 ὕδωρ τε Διρκαῖον, εὐ- |308 τραφέστατον πωμάτων |309 ὅσων ἵησιν Ποσει- |310 δᾶν ὁ γαιάοχος |311 Τηθύος τε παῖδες. |312 πρὸς τάδʼ, ὦ πολιοῦχοι |313 θεοί, τοῖσι μὲν ἔξω |314 πύργων ἀνδρολέτειραν |315 κῆρα, ῥίψοπλον ἄταν, |316 ἐμβαλόντες ἄροισθε |317 κῦδος τοῖσδε πολίταις. |318 καὶ πόλεως ῥύτορες ἔστʼ |319 εὔεδροί τε στάθητʼ |320 ὀξυγόοις λιταῖσιν. [strophe 2] |321 οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίαν |322 Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν |323 δουλίαν ψαφαρᾷ σποδῷ |324 ὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθεν |325 περθομέναν ἀτίμως, |326 τὰς δὲ κεχειρωμένας ἄγεσθαι, |327 ἒ ἔ, νέας τε καὶ παλαιὰς |328 ἱππηδὸν πλοκάμων, περιρ- |329 ρηγνυμένων φαρέων. βοᾷ |330 δʼ ἐκκενουμένα πόλις, |331 λαΐδος ὀλλυμένας μιξοθρόου· |332 βαρείας τοι τύχας προταρβῶ. [antistrophe 2] |333 κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποις |334 νομίμων προπάροιθεν διαμεῖψαι |335 δωμάτων στυγερὰν ὁδόν· |336 τί; τὸν φθίμενον γὰρ προλέγω |337 βέλτερα τῶνδε πράσσειν· |338 πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, |339 ἒ ἔ, δυστυχῆ τε πράσσει. |340 ἄλλος δʼ ἄλλον ἄγει, φονεύ- |341 ει, τὰ δὲ πυρφορεῖ· καπνῷ |342 δὲ χραίνεται πόλισμʼ ἅπαν· |343 μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμας |344 μιαίνων εὐσέβειαν Ἄρης. [strophe 3] |345 κορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλιν |345b δʼ ὁρκάνα |346 πυργῶτις· πρὸς ἀνδρὸς δʼ ἀνὴρ |347 ἀμφὶ δορὶ κλίνεται· |348 βλαχαὶ δʼ αἱματόεσσαι |349 τῶν ἐπιμαστιδίων |350 ἀρτιτρεφεῖς βρέμονται. |351 ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες· |352 ξυμβολεῖ φέρων φέροντι, |353 καὶ κενὸς κενὸν καλεῖ, |354 ξύννομον θέλων ἔχειν, |355 οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι. |356 τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα. [antistrophe 3] |357 παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν |358 ἀλγύνει κυρήσας· πικρὸν δʼ |359 ὄμμα θαλαμηπόλων· |360 πολλὰ δʼ ἀκριτόφυρτος |361 γᾶς δόσις οὐτιδανοῖς |362 ἐν ῥοθίοις φορεῖται. |363 δμωίδες δὲ καινοπήμονες νέαι· |364 τλάμονʼ εὐνὰν αἰχμάλωτον |365 ἀνδρὸς εὐτυχοῦντος ὣς |366 δυσμενοῦς ὑπερτέρου |367 ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν, |368 παγκλαύτων ἀλγέων ἐπίρροθον. [episode] |369 ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ |370 πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, |371 σπουδῇ διώκων πομπίμους χνόας ποδῶν. |372 καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος |373 εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν· |374 σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα. |375 λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, |376 ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. |377 Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν |378 βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν |379 ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά. |380 Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος |381 μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ· |382 θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, |383 σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. |384 τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους |385 σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω |386 χαλκήλατοι κλάζουσι κώδωνες φόβον· |387 ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε, |388 φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον· |389 λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, |390 πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. |391 τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς |392 βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, |393 ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, |394 ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων. |395 τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν |396 κλῄθρων λυθέντων προστατεῖν φερέγγυος; |397 κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ, |398 οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα· |399 λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός. |400 καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος |401 ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, |402 τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί. |403 εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι, |404 τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε |405 γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον, |406 καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται. |407 ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον |408 τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων, |409 μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον |410 τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους. |411 αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ. |412 σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, |413 ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος, |414 Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ· |415 Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται |416 εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ. [choral] [strophe 1] |417 τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν |418 θεοὶ δοῖεν, ὡς δικαίως πόλεως |419 πρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη- |420 φόρους μόρους ὑπὲρ φίλων |421 ὀλομένων ἰδέσθαι. |422 τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί· |423 Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις, |424 γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου |425 μείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ, |426 πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη· |427 θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν |428 καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς |429 ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν. |430 τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς |431 μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν· |432 ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, |433 φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη· |434 χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν. |435 τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται, |436 τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ; |437 καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. |438 τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων |439 ἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος· |440 Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, |441 θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα |442 χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν |443 πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη· |444 πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον |445 ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον |446 μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. |447 ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν, |448 αἴθων τέτακται λῆμα, Πολυφόντου βία, |449 φερέγγυον φρούρημα, προστατηρίας |450 Ἀρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς. |451 λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. [antistrophe 1] |452 ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται, |453 κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι, |454 πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν |455 θʼ ἑδωλίων ὑπερκόπῳ |456 δορί ποτʼ ἐκλαπάξαι. |457 καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις |458 λέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος |459 ἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους, |460 πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. |461 ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας |462 δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. |463 φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον, |464 μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. |465 ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον· |466 ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσεις |467 στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων. |468 βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, |469 ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων. |470 καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον |471 πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν. |472 πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ· |473 καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων, |474 Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν |474b γένους, |475 ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων |476 βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, |477 ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, |478 ἢ καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδος |479 ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. |480 κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων. [strophe 2] |481 ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ |482 πρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. |483 ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει |484 μαινομένᾳ φρενί, τώς νιν |485 Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. |486 τέταρτος ἄλλος, γείτονας πύλας ἔχων |487 Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, |488 Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος· |489 ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, |490 ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ. |491 ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν |492 ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι, |493 Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα |494 λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν· |495 ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος |496 προσηδάφισται κοιλογάστορος κύκλου. |497 αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει |498 βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων. |499 τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον· |500 Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. |501 πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις, |502 πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν, |503 εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον· |504 Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος, |505 ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων |506 ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, |507 οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν |508 μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν. |509 ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται, |510 ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων |511 θεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει, |512 Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδος |513 σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων· |514 κοὔπω τις εἶδε Ζῆνά που νικώμενον. |515 τοιάδε μέντοι προσφίλεια δαιμόνων· |516 πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων, |517 εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ· |519 εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας, |518 Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος |520 σωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών. [antistrophe 2] |521 πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼ |522 ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας |523 δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ |524 δαροβίοισι θεοῖσιν, |525 πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. |526 οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, |527 πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, |528 τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος· |529 ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ |530 σέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον, |531 ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ |532 Διός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου |533 βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ· |534 στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων, |535 ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. |536 ὁ δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, |537 φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται. |538 οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις· |539 τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ |540 σάκει, κυκλωτῷ σώματος προβλήματι, |541 Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένην |542 γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, |543 φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα, |544 ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη. |545 ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην, |546 μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον, |547 Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρ |548 μέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς, |549 πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός. |550 εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, |551 αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν· |552 ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο. |553 ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα, |554 ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον, |555 Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου· |556 ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ |557 ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, |558 οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους |559 εἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος· |560 ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται, |561 πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν. |562 θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ. [strophe 3] |563 ἱκνεῖται λόγος διὰ στηθέων, |564 τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται, |565 μεγάλα μεγαληγόρων κλυούσᾳ |566 ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ |567 θεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ. |568 ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον, |569 ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν· |570 Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος |571 κακοῖσι βάζει πολλὰ Τυδέως βίαν· |572 τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, |573 μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, |574 Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, |575 κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον. |576 καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον, |577 ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν, |578 δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος, |579 καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα· |580 ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, |581 καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, |582 πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς |583 πορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα; |584 μητρός τε πηγὴν τίς κατασβέσει δίκη; |585 πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ |586 ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; |587 ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, |588 μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός. |589 μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον. |590 τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχων |591 πάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ. |592 οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει, |593 βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, |594 ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. |595 τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας |596 πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. |597 φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς |598 δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις. |599 ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆς |600 κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος· |601 ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. |602 ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ |603 ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ |604 ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, |605 ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν |606 ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, |607 ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος, |608 πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη. |609 οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, |610 σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, |611 μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς |612 θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, |613 τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, |614 Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. |615 δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις |616 οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ, |617 ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, |618 εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου· |619 φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. |620 ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν, |621 ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, |622 γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει, |623 ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεται |624 παρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. |625 θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς. [antistrophe 3] |626 κλύοντες θεοὶ δικαίας λιτὰς |627 ἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ, |628 δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶς |629 ἐπιμόλους· πύργων δʼ ἔκτοθεν |630 βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ. [episode] |631 τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαις |632 λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει |633 οἵας ἀρᾶται καὶ κατεύχεται τύχας· |634 πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί, |635 ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας, |636 σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, |637 ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην |638 φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον. |639 τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίους |640 καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν |641 τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. |642 ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος |643 διπλοῦν τε σῆμα προσμεμηχανημένον. |644 χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν |645 ἄγει γυνή τις σωφρόνως ἡγουμένη. |646 Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματα |647 λέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλιν |648 ἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς. |649 τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα. |650 σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ· |651 ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτων |652 μέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. |653 ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, |654 ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος· |655 ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. |656 ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει, |657 μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. |658 ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω, |659 τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ, |660 εἴ νιν κατάξει χρυσότευκτα γράμματα |661 ἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. |662 εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν |663 ἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν· |664 ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον, |665 οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω, |666 οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος, |667 Δίκη προσεῖδε καὶ κατηξιώσατο· |668 οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ |669 οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας. |670 ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμος |671 Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. |672 τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι |673 αὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος; |674 ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις, |675 ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχος |676 κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα. |677 μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ |678 ὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ· |679 ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις |680 ἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον. |681 ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος, |682 οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος. |683 εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ |684 ἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι· |685 κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς. [choral] [strophe 1] |686 τί μέμονας, τέκνον; μή τί σε θυμοπλη- |687 θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δʼ |688 ἔκβαλʼ ἔρωτος ἀρχάν. |689 ἐπεὶ τὸ πρᾶγμα κάρτʼ ἐπισπέρχει θεός, |690 ἴτω κατʼ οὖρον κῦμα Κωκυτοῦ λαχὸν |691 Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος. [antistrophe 1] |692 ὠμοδακής σʼ ἄγαν ἵμερος ἐξοτρύ- |693 νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖν |694 αἵματος οὐ θεμιστοῦ. |695 φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰ |696 ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει, |697 λέγουσα κέρδος πρότερον ὑστέρου μόρου. [strophe 2] |698 ἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή- |699 σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκ |700 εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν |701 θεοὶ θυσίαν δέχωνται; |702 θεοῖς μὲν ἤδη πως παρημελήμεθα, |703 χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται· |704 τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον; [antistrophe 2] |705 νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων |706 λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ- |707 λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ |708 πνεύματι· νῦν δʼ ἔτι ζεῖ. |709 ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα· |710 ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτων |711 ὄψεις, πατρῴων χρημάτων δατήριοι. [episode] |712 πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως. |713 λέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν. |714 μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις. |715 τεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ. |716 νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. |717 οὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. |718 ἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; |719 θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά. [choral] [strophe 1] |720 πέφρικα τὰν ὠλεσίοικον |721 θεόν, οὐ θεοῖς ὁμοίαν, |722 παναλαθῆ κακόμαντιν |723 πατρὸς εὐκταίαν Ἐρινὺν |724 τελέσαι τὰς περιθύμους |725 κατάρας Οἰδιπόδα βλαψίφρονος· |726 παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει. [antistrophe 1] |727 ξένος δὲ κλήρους ἐπινωμᾷ, |728 Χάλυβος Σκυθᾶν ἄποικος, |729 κτεάνων χρηματοδαίτας |730 πικρός, ὠμόφρων σίδαρος, |731 χθόνα ναίειν διαπήλας, |732 ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, |733 τῶν μεγάλων πεδίων ἀμοίρους. [strophe 2] |734 ἐπεὶ δʼ ἂν αὐτοκτόνως |735 αὐτοδάικτοι θάνωσι, |736 καὶ γαΐα κόνις πίῃ |737 μελαμπαγὲς αἷμα φοίνιον, |738 τίς ἂν καθαρμοὺς πόροι, |739 τίς ἄν σφε λούσειεν; ὦ |740 πόνοι δόμων νέοι παλαι- |741 οῖσι συμμιγεῖς κακοῖς. [antistrophe 2] |742 παλαιγενῆ γὰρ λέγω |743 παρβασίαν ὠκύποινον· |744 αἰῶνα δʼ ἐς τρίτον μένει· |745 Ἀπόλλωνος εὖτε Λάιος |746 βίᾳ, τρὶς εἰπόντος ἐν |747 μεσομφάλοις Πυθικοῖς |748 χρηστηρίοις θνᾴσκοντα γέν- |749 νας ἄτερ σῴζειν πόλιν, [strophe 3] |750 κρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶν |751 ἐγείνατο μὲν μόρον αὑτῷ, |752 πατροκτόνον Οἰδιπόδαν, |753 ὅστε ματρὸς ἁγνὰν |754 σπείρας ἄρουραν, ἵνʼ ἐτράφη, |755 ῥίζαν αἱματόεσσαν |756 ἔτλα· παράνοια συνᾶγε |757 νυμφίους φρενώλεις. [antistrophe 3] |758 κακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει· |759 τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρει |760 τρίχαλον, ὃ καὶ περὶ πρύμ- |761 ναν πόλεως καχλάζει. |762 μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγου |763 τείνει, πύργος ἐν εὔρει. |764 δέδοικα δὲ σὺν βασιλεῦσι |765 μὴ πόλις δαμασθῇ. [strophe 4] |766 τελειᾶν γὰρ παλαιφάτων ἀρᾶν |767 βαρεῖαι καταλλαγαί· τὰ δʼ ὀλοὰ |768 πελόμενʼ οὐ παρέρχεται. |769 πρόπρυμνα δʼ ἐκβολὰν φέρει |770 ἀνδρῶν ἀλφηστᾶν |771 ὄλβος ἄγαν παχυνθείς. [antistrophe 4] |772 τίνʼ ἀνδρῶν γὰρ τοσόνδʼ ἐθαύμασαν |773 θεοὶ καὶ ξυνέστιοι πόλεος ὁ |774 πολύβατός τʼ ἀγὼν βροτῶν, |775 ὅσον τότʼ Οἰδίπουν τίον, |776 τὰν ἁρπαξάνδραν |777 κῆρʼ ἀφελόντα χώρας; [strophe 5] |778 ἐπεὶ δʼ ἀρτίφρων |779 ἐγένετο μέλεος ἀθλίων |780 γάμων, ἐπʼ ἄλγει δυσφορῶν |781 μαινομένᾳ κραδίᾳ |782 δίδυμα κάκʼ ἐτέλεσεν· |783 πατροφόνῳ χερὶ τῶν |784 κρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη· [antistrophe 5] |785 τέκνοις δʼ ἀγρίας |786 ἐφῆκεν ἐπικότους τροφᾶς, |787 αἰαῖ, πικρογλώσσους ἀράς, |788 καί σφε σιδαρονόμῳ |789 διὰ χερί ποτε λαχεῖν |790 κτήματα· νῦν δὲ τρέω |791 μὴ τελέσῃ καμψίπους Ἐρινύς. [episode] |792 θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι. |793 πόλις πέφευγεν ἥδε δούλιον ζυγόν· |794 πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα· |795 πόλις δʼ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου |796 πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. |797 στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις |798 ἐφραξάμεσθα μονομάχοισι προστάταις· |799 καλῶς ἔχει τὰ πλεῖστʼ, ἐν ἓξ πυλώμασι· |800 τὰς δʼ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης |801 ἄναξ Ἀπόλλων εἵλετʼ, Οἰδίπου γένει |802 κραίνων παλαιὰς Λαΐου δυσβουλίας. |803 τί δʼ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον; |804 πόλις σέσωσται· βασιλέες δʼ ὁμόσποροι— |805 τίνες; τί δʼ εἶπας; παραφρονῶ φόβῳ λόγου. |806 φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι — |807 οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. |808 οὐδʼ ἀμφιλέκτως μὴν κατεσποδημένοι— |809 ἐκεῖθι κεῖσθον ; βαρέα δʼ οὖν ὅμως φράσον. |810 ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. |811 οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθʼ ἅμα ; |812 οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν. |813 αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος. |814 τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα· |815 πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται, |816 δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ |817 Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. |818 ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός, |819 πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι. |820 πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροιν |821 πέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ. [choral] [anapests] |822 ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι |823 δαίμονες, οἳ δὴ Κάδμου πύργους |824 τούσδε ῥύεσθε, |825 πότερον χαίρω κἀπολολύξω |826 πόλεως ἀσινεῖ σωτῆρι . ., |827 ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας |830 ἀτέκνους κλαύσω πολεμάρχους; |831 οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίαν |832 καὶ πολυνεικεῖς |832b ὤλοντʼ ἀσεβεῖ διανοίᾳ. [strophe 1] |833 ὦ μέλαινα καὶ τελεία |833b γένεος Οἰδίπου τʼ ἀρά, |834 κακόν με καρδίαν τι περιπίτνει κρύος. |835 ἔτευξα τύμβῳ μέλος |836 Θυιὰς αἱματοσταγεῖς |837 νεκροὺς κλύουσα δυσμόρως |838 θανόντας· ἦ δύσορνις ἅ- |839 δε ξυναυλία δορός. [antistrophe 1] |840 ἐξέπραξεν, οὐδʼ ἀπεῖπεν |841 πατρόθεν εὐκταία φάτις· |842 βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν. |843 μέριμνα δʼ ἀμφὶ πτόλιν· |844 θέσφατʼ οὐκ ἀμβλύνεται. |845 ἰὼ πολύστονοι, τόδʼ ἠρ- |846 γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ- |847 ακτὰ πήματʼ οὐ λόγῳ. [anapests] |848 τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος· |849 διπλαῖ μέριμναι, διδυμάνορα |850 κάκʼ αὐτοφόνα, δίμοιρα τέ- |851 λεια τάδε πάθη. τί φῶ; |852 τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνων |853 δόμων ἐφέστιοι; |854 ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρον |855 ἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν |856 πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεται |857 τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα, |858 τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον |860 πάνδοκον εἰς ἀφανῆ τε χέρσον. |861 ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγος |862 πικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη, |863 θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως |864 οἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπων |865 στηθέων ἥσειν ἄλγος ἐπάξιον. |866 ἡμᾶς δὲ δίκη πρότερον φήμης |867 τὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύος |868 ἰαχεῖν Ἀίδα τʼ |870 ἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν. |871 ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι |872 στρόφον ἐσθῆσιν περιβάλλονται, |873 κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς |874 μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν. [strophe 1] |875 ἰὼ ἰὼ δύσφρονες, |876 φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες, |877 δόμους πατρῴους ἑλόν- |878 τες μέλεοι σὺν αἰχμᾷ. |879 μέλεοι δῆθʼ οἳ μελέους θανάτους |880 εὕροντο δόμων ἐπὶ λύμῃ. [antistrophe 1] |881 ἰὼ ἰὼ δωμάτων |882 ἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίας |883 ἰδόντες, ἤδη διήλ- |885 λαχθε σὺν σιδάρῳ. |886 κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδα |887 πότνιʼ Ἐρινὺς ἐπέκρανεν. [strophe 2] |888 διʼ εὐωνύμων τετυμμένοι, |889 τετυμμένοι δῆθʼ, |890 ὁμοσπλάγχνων τε πλευρωμάτων |892 αἰαῖ δαιμόνιοι, |893 αἰαῖ δʼ ἀντιφόνων |894 θανάτων ἀραί. |895 διανταίαν λέγεις πλαγὰν δόμοισι καὶ |896 σώμασιν πεπλαγμένους, ἐννέπω |897 ἀναυδάτῳ μένει |898 ἀραίῳ τʼ ἐκ πατρὸς |899 οὐ διχόφρονι πότμῳ. [antistrophe 2] |900 διήκει δὲ καὶ πόλιν στόνος, |901 στένουσι πύργοι, |902 στένει πέδον φίλανδρον· μένει |903 κτέανα δʼ ἐπιγόνοις, |904 διʼ ὧν αἰνομόροις, |905 διʼ ὧν νεῖκος ἔβα |906 καὶ θανάτου τέλος. |907 ἐμοιράσαντο δʼ ὀξυκάρδιοι |908 κτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν. |909 διαλλακτῆρι δʼ οὐκ |909b ἀμεμφεία φίλοις, |910 οὐδʼ ἐπίχαρις Ἄρης. [strophe 3] |911 σιδαρόπλακτοι μὲν ὧδʼ ἔχουσιν, |912 σιδαρόπλακτοι δὲ τοὺς μένουσι, |913 τάχʼ ἄν τις εἴποι, τίνες; |914 τάφων πατρῴων λαχαί. |915 ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺς |916 προπέμπει δαϊκτὴρ γόος αὐ- |917 τόστονος, αὐτοπήμων, |918 δαϊόφρων δʼ·, οὐ φιλογαθής, ἐτύμως |919 δακρυχέων ἐκ φρενός, ἃ |920 κλαιομένας μου μινύθει |921 τοῖνδε δυοῖν ἀνάκτοιν. [antistrophe 3] |922 πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισιν |923 ὡς ἐρξάτην πολλὰ μὲν πολίτας, |924 ξένων τε πάντων στίχας |925 πολυφθόρους ἐν δαΐ. |926 δυσδαίμων σφιν ἁ τεκοῦσα |927 πρὸ πασᾶν γυναικῶν ὁπόσαι |928 τεκνογόνοι κέκληνται. |929 παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα |930 τούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ- |931 τασαν ὑπʼ ἀλλαλοφόνοις |932 χερσὶν ὁμοσπόροισιν. [strophe 4] |933 ὁμόσποροι δῆτα καὶ πανώλεθροι, |934 διατομαῖς οὐ φίλοις, |935 ἔριδι μαινομένᾳ, |936 νείκεος ἐν τελευτᾷ. |937 πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳ |938 ζόα φονορύτῳ |939 μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι. |940 πικρὸς λυτὴρ νεικέων ὁ πόντιος |941 ξεῖνος ἐκ πυρὸς συθεὶς |942 θακτὸς σίδαρος· πικρὸς δὲ χρημάτων |943 κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ- |944 αν τιθεὶς ἀλαθῆ. [antistrophe 4] |945 ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοι |946 διοδότων ἀχθέων· |947 ὑπὸ δὲ σώματι γᾶς |948 πλοῦτος ἄβυσσος ἔσται. |949 ἰὼ πολλοῖς ἐπανθίσαντες |950 πόνοισι γενεάν· |951 τελευταῖαι δʼ ἐπηλάλαξαν |952 Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου |953 παντρόπῳ φυγᾷ γένους. |954 ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις, |955 ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- |956 σας ἔληξε δαίμων. [episode] |957 παισθεὶς ἔπαισας. |957b σὺ δʼ ἔθανες κατακτανών. |958 δορὶ δʼ ἔκανες— |959 δορὶ δʼ ἔθανες— |960 μελεοπόνος. |961 μελεοπαθής. |962 ἴτω γόος. |963 ἴτω δάκρυ. |964 πρόκεισαι — |965 κατακτάς. [choral] [strophe 1] |966 ἠέ. |966b ἠέ. |967 μαίνεται γόοισι φρήν. |968 ἐντὸς δὲ καρδία στένει. |969 ἰὼ ἰὼ πάνδυρτε σύ. |970 σὺ δʼ αὖτε καὶ πανάθλιε. |971 πρὸς φίλου γʼ· ἔφθισο. |972 καὶ φίλον ἔκτανες. |973 διπλᾶ λέγειν— |974 διπλᾶ δʼ ὁρᾶν— |975 ἄχθεα τῶνδε τάδʼ ἐγγύθεν. |976 πέλας ἀδελφέʼ ἀδελφεῶν. |977 ἰὼ Μοῖρα βαρυδότειρα μογερά, |978 πότνιά τʼ Οἰδίπου σκιά, |979 μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ. [antistrophe 1] |980 ἠέ. |980b ἠέ. |981 δυσθέατα πήματα — |982 ἔδειξεν ἐκ φυγᾶς ἐμοί. |983 οὐδʼ ἵκεθʼ ὡς κατέκτανεν. |984 σωθεὶς δὲ πνεῦμʼ ἀπώλεσεν. |985 ὤλεσε δῆτʼ ἄγαν. |986 καὶ τὸν ἐνόσφισεν. |987 τάλαν γένος. |988 τάλαν πάθος. |989 δύστονα κήδεʼ ὁμαίμονα. |990 δίυγρα τριπάλτων πημάτων. |991 ἰὼ Μοῖρα βαρυδότειρα μογερά, |992 πότνιά τʼ Οἰδίπου σκιά, |993 μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ. [epode] |994 σὺ τοί νιν οἶσθα διαπερῶν— |995 σὺ δʼ οὐδὲν ὕστερος μαθών— |996 ἐπεὶ κατῆλθες ἐς πόλιν, |997 δορός γε τῷδʼ ἀντηρέτας. |998 ὀλοὰ λέγειν. |999 ὀλοὰ δʼ ὁρᾶν. |1000 ἰὼ πόνος— |1001 ἰὼ κακά— |1002 δώμασι καὶ χθονί. |1003 πρὸ πάντων δʼ ἐμοί. |1004 καὶ τὸ πρόσω γʼ ἐμοί. |1005 ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ. |1006 ἰὼ πάντων πολυστονώτατοι. |1007 ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ. |1008 ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός; |1009 ἰώ, ὅπου ʼσʼτι τιμιώτατον. |1010 ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον. [episode] |1011 δοκοῦντα καὶ δόξαντʼ ἀπαγγέλλειν με χρὴ |1012 δήμου προβούλοις τῆσδε Καδμείας πόλεως· |1013 Ἐτεοκλέα μὲν τόνδʼ ἐπʼ εὐνοίᾳ χθονὸς |1014 θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς· |1015 στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετʼ ἐν πόλει |1016 ἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερ |1017 τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν. |1018 οὕτω μὲν ἀμφὶ τοῦδʼ ἐπέσταλται λέγειν· |1019 τούτου δʼ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν |1020 ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, |1021 ὡς ὄντʼ ἀναστατῆρα Καδμείων χθονός, |1022 εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ |1023 τῷ τοῦδʼ·. ἄγος δὲ καὶ θανὼν κεκτήσεται |1024 θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε |1025 στράτευμʼ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν. |1026 οὕτω πετηνῶν τόνδʼ ὑπʼ οἰωνῶν δοκεῖ |1027 ταφέντʼ ἀτίμως τοὐπιτίμιον λαβεῖν, |1028 καὶ μήθʼ ὁμαρτεῖν τυμβοχόα χειρώματα |1029 μήτʼ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, |1030 ἄτιμον εἶναι δʼ ἐκφορᾶς φίλων ὕπο. |1031 τοιαῦτʼ ἔδοξε τῷδε Καδμείων τέλει. |1032 ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω· |1033 ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, |1034 ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ |1035 θάψασʼ ἀδελφὸν τὸν ἐμόν, οὐδʼ αἰσχύνομαι |1036 ἔχουσʼ ἄπιστον τήνδʼ ἀναρχίαν πόλει. |1037 δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, |1038 μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός. |1039 τοιγὰρ θέλουσʼ ἄκοντι κοινώνει κακῶν |1040 ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. |1041 τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες |1042 λύκοι σπάσονται· μὴ δοκησάτω τινί. |1043 τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ, |1044 γυνή περ οὖσα, τῷδε μηχανήσομαι, |1045 κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. |1046 καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν· |1047 θάρσει, παρέσται μηχανὴ δραστήριος. |1048 αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. |1049 αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί. |1050 τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. |1051 τράχυνʼ· ἄθαπτος δʼ οὗτος οὐ γενήσεται. |1052 ἀλλʼ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,; |1053 ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς. |1054 οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. |1055 παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. |1056 ἀλλʼ εἰς ἅπαντας ἀνθʼ ἑνὸς τόδʼ ἔργον ἦν. |1057 ἔρις περαίνει μῦθον ὑστάτη θεῶν. |1058 ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει. |1059 ἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ. [anapests] |1059b φεῦ φεῦ. |1060 ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς |1061 Κῆρες Ἐρινύες, αἵτʼ Οἰδιπόδα |1062 γένος ὠλέσατε πρυμνόθεν οὕτως, |1063 τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι; |1064 πῶς τολμήσω μήτε σὲ κλαίειν |1065 μήτε προπέμπειν ἐπὶ τύμβον · |1066 ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι |1067 δεῖμα πολιτῶν. |1068 σύ γε μὴν πολλῶν πενθητήρων |1069 τεύξει· κεῖνος δʼ ὁ τάλας ἄγοος |1070 μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς |1071 εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ; |1072 δράτω τι πόλις καὶ μὴ δράτω |1073 τοὺς κλαίοντας Πολυνείκη. |1074 ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν |1075 αἵδε προπομποί. καὶ γὰρ γενεᾷ |1076 κοινὸν τόδʼ ἄχος, καὶ πόλις ἄλλως |1077 ἄλλοτʼ ἐπαινεῖ τὰ δίκαια. |1078 ἡμεῖς δʼ ἅμα τῷδʼ, ὥσπερ τε πόλις |1079 καὶ τὸ δίκαιον ξυνεπαινεῖ. |1080 μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν |1081 ὅδε Καδμείων ἤρυξε πόλιν |1082 μὴ ʼνατραπῆναι μηδʼ ἀλλοδαπῷ |1083 κύματι φωτῶν |1084 κατακλυσθῆναι τὰ μάλιστα.