[edition urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2] [episode] [anapests] |1 Τάδε μὲν Περσῶν τῶν οἰχομένων |2 Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται, |3 καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων |4 ἑδράνων φύλακες, κατὰ πρεσβείαν |5 οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς |6 Δαρειογενὴς |7 εἵλετο χώρας ἐφορεύειν. |8 ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ |9 καὶ πολυχρύσου στρατιᾶς ἤδη |10 κακόμαντις ἄγαν ὀρσολοπεῖται |11 θυμὸς ἔσωθεν. |12 πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς |13 ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει, |14 κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς |15 ἄστυ τὸ Περσῶν ἀφικνεῖται· |16 οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων |17 καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος |18 προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων. |19 τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην |20 πολέμου στῖφος παρέχοντες· |21 οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης |22 καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης, |23 ταγοὶ Περσῶν, |24 βασιλῆς βασιλέως ὕποχοι μεγάλου, |25 σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, |26 τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται, |27 φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην |28 ψυχῆς εὐτλήμονι δόξῃ· |29 Ἀρτεμβάρης θʼ ἱππιοχάρμης |30 καὶ Μασίστρης, ὅ τε τοξοδάμας |31 ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ, |32 ἵππων τʼ ἐλατὴρ Σοσθάνης. |33 ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμων |34 Νεῖλος ἔπεμψεν· Σουσισκάνης, |35 Πηγασταγὼν Αἰγυπτογενής, |36 ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων |37 μέγας Ἀρσάμης, τάς τʼ ὠγυγίους |38 Θήβας ἐφέπων Ἀριόμαρδος, |39 καὶ ἑλειοβάται ναῶν ἐρέται |40 δεινοὶ πλῆθός τʼ ἀνάριθμοι. |41 ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν |42 ὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲς |43 κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς |44 Ἀρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι, |45 καὶ πολύχρυσοι Σάρδεις ἐπόχους |46 πολλοῖς ἅρμασιν ἐξορμῶσιν, |47 δίρρυμά τε καὶ τρίρρυμα τέλη, |48 φοβερὰν ὄψιν προσιδέσθαι. |49 στεῦται δʼ ἱεροῦ Τμώλου πελάται |50 ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, |51 Μάρδων, Θάρυβις, λόγχης ἄκμονες, |52 καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼ |53 ἡ πολύχρυσος πάμμικτον ὄχλον |54 πέμπει σύρδην, ναῶν τʼ ἐπόχους |55 καὶ τοξουλκῷ λήματι πιστούς· |56 τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσης |57 Ἀσίας ἕπεται |58 δειναῖς βασιλέως ὑπὸ πομπαῖς. |59 τοιόνδʼ ἄνθος Περσίδος αἴας |60 οἴχεται ἀνδρῶν, |61 οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις |62 θρέψασα πόθῳ στένεται μαλερῷ, |63 τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν |64 τείνοντα χρόνον τρομέονται. [choral] [strophe 1] |65 πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη |66 βασίλειος στρατὸς εἰς ἀν- |67 τίπορον γείτονα χώραν, |68 λινοδέσμῳ σχεδίᾳ πορθ- |69 μὸν ἀμείψας |70 Ἀθαμαντίδος Ἕλλας, |71 πολύγομφον ὅδισμα |72 ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου. [antistrophe 1] |73 πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων |74 ἐπὶ πᾶσαν χθόνα ποιμα- |75 νόριον θεῖον ἐλαύνει |76 διχόθεν, πεζονόμον τʼ ἔκ |77 τε θαλάσσας, |78 ἐχυροῖσι πεποιθὼς |79 στυφελοῖς ἐφέταις, χρυ- |80 σογόνου γενεᾶς ἰσόθεος φώς. [strophe 2] |81 κυάνεον δʼ ὄμμασι λεύσσων |82 φονίου δέργμα δράκοντος, |83 πολύχειρ καὶ πολυναύτας, |84 Σύριόν θʼ ἅρμα διώκων, |85 ἐπάγει δουρικλύτοις ἀν- |86 δράσι τοξόδαμνον Ἄρη. [antistrophe 2] |87 δόκιμος δʼ οὔτις ὑποστὰς |88 μεγάλῳ ῥεύματι φωτῶν |89 ἐχυροῖς ἕρκεσιν εἴργειν |90 ἄμαχον κῦμα θαλάσσας· |91 ἀπρόσοιστος γὰρ ὁ Περσᾶν |92 στρατὸς ἀλκίφρων τε λαός. [strophe 3] |93 θεόθεν γὰρ κατὰ Μοῖρʼ |94 ἐκράτησεν τὸ παλαι- |95 όν, ἐπέσκηψε δὲ Πέρσαις |96 πολέμους πυργοδαΐκτους |97 διέπειν ἱππιοχάρμας |98 τε κλόνους |99 πόλεών τʼ ἀναστάσεις. [antistrophe 3] |100 ἔμαθον δʼ εὐρυπόροι- |101 ο θαλάσσας πολιαι- |102 νομένας πνεύματι λάβρῳ |103 ἐσορᾶν πόντιον ἄλσος, |104 πίσυνοι λεπτοδόμοις πεί- |105 σμασι λα- |106 οπόροις τε μαχαναῖς. [strophe 4] |107 δολόμητιν δʼ ἀπάταν θεοῦ |108 τίς ἀνὴρ θνατὸς ἀλύξει; |109 τίς ὁ κραιπνῷ ποδὶ πήδη- |110 μα τόδʼ εὐπετῶς ἀνᾴσσων; [antistrophe 4] |111 φιλόφρων γὰρ παρασαίνει |112 βροτὸν εἰς ἄρκυας Ἄτα, |113 τόθεν οὐκ ἔστιν ὕπερθέν |114 νιν ἄνατον ἐξαλύξαι. [strophe 5] |115 ταῦτά μοι μελαγχίτων |116 φρὴν ἀμύσσεται φόβῳ, |117 ὀᾶ, Περσικοῦ στρατεύματος |118 τοῦδε, μὴ πόλις πύθη- |119 ται κένανδρον μέγʼ ἄστυ Σουσίδος, [antistrophe 5] |120 καὶ τὸ Κισσίων πόλισμʼ |121 ἀντίδουπον ᾄσεται, |122 ὀᾶ, τοῦτʼ ἔπος γυναικοπλη- |123 θὴς ὅμιλος ἀπύων, |125 βυσσίνοις δʼ ἐν πέπλοις πέσῃ λακίς. [strophe 6] |126 πᾶς γὰρ ἱππηλάτας |127 καὶ πεδοστιβὴς λεὼς |128 σμῆνος ὣς ἐκλέλοιπεν μελισ- |129 σᾶν σὺν ὀρχάμῳ στρατοῦ, |130 τὸν ἀμφίζευκτον ἐξαμείψας |131 ἀμφοτέρας ἅλιον |132 πρῶνα κοινὸν αἴας. [antistrophe 6] |133 λέκτρα δʼ ἀνδρῶν πόθῳ |134 πίμπλαται δακρύμασιν· |135 Περσίδες δʼ ἁβροπενθεῖς ἑκά- |136 στα πόθῳ φιλάνορι |137 τὸν αἰχμάεντα θοῦρον εὐνα- |138 τῆρʼ ἀποπεμψαμένα |139 λείπεται μονόζυξ. [anapests] |140 ἀλλʼ ἄγε, Πέρσαι, τόδʼ ἐνεζόμενοι |141 στέγος ἀρχαῖον, |142 φροντίδα κεδνὴν καὶ βαθύβουλον |143 θώμεθα, χρεία δὲ προσήκει, |144 πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς |145 Δαρειογενής, |146 τὸ πατρωνύμιον γένος ἡμέτερον· |147 πότερον τόξου ῥῦμα τὸ νικῶν, |148 ἢ δορικράνου |149 λόγχης ἰσχὺς κεκράτηκεν. |150 ἀλλʼ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς |151 φάος ὁρμᾶται μήτηρ βασιλέως, |152 βασίλεια δʼ ἐμή· προσπίτνω· |153 καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν |154 πάντας μύθοισι προσαυδᾶν. [trochees] |155 ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, |156 μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι· |157 θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς, |158 εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ. [episode] [trochees] |159 ταῦτα δὴ λιποῦσʼ ἱκάνω χρυσεοστόλμους δόμους |160 καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον. |161 κἀμὲ καρδίαν ἀμύσσει φροντίς· ἐς δʼ ὑμᾶς ἐρῶ |162 μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι, |163 μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ |164 ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος. |165 ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν, |166 μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν |167 μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα. |168 ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος· |169 ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. |170 πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου |171 τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα· |172 πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα. |173 εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι |174 μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ· |175 εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. [iambics] |176 πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν |177 ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν |178 Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων· |179 ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην |180 ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι. |181 ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε, |182 ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, |183 ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, |184 μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ, |185 κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους |186 ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα |187 κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον. |188 τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν, |189 τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν |190 κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο |191 ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων |192 τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ |193 ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα, |194 ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου |195 διασπαράσσει καὶ ξυναρπάζει βίᾳ |196 ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον. |197 πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται |198 Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ |199 Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. |200 καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. |201 ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου |202 ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ |203 βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν |204 θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. |205 ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν |206 Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι· |207 μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ |208 πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα |209 τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας |210 παρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν, |211 ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς |212 πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ, |213 κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει, |214 σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός. [trochees] |215 οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις |216 οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη, |217 εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν, |218 τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν |219 καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς |220 Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε, |221 σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην, |222 ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος, |223 τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ. |224 ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα. |225 εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. |226 ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς |227 παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν. |228 ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι, |229 πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις, |230 εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω, |231 ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός. |232 τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων. |233 ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν; |234 πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος. |235 ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; |236 καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά. |237 καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις; |238 ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός. |239 πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει; |240 οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί. |241 τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ; |242 οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδʼ ὑπήκοοι. |243 πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας; |244 ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν. |245 δεινά τοι λέγεις ἰόντων τοῖς τεκοῦσι φροντίσαι. |246 ἀλλʼ ἐμοὶ δοκεῖν τάχʼ εἴσῃ πάντα νημερτῆ λόγον. |247 τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν, |248 καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν. |249 ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα, |250 ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν, |251 ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς |252 ὄλβος, τὸ Περσῶν δʼ ἄνθος οἴχεται πεσόν. |253 ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά· |254 ὅμως δʼ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, |255 Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. [choral] [strophe 1] |256 ἄνιʼ ἄνια κακὰ |257 νεόκοτα καὶ δάιʼ·. αἰαῖ, |258 διαίνεσθε, Πέρσαι, |259 τόδʼ ἄχος κλύοντες. |260 ὡς πάντα γʼ ἔστʼ ἐκεῖνα διαπεπραγμένα· |261 αὐτὸς δʼ ἀέλπτως νόστιμον βλέπω φάος. [antistrophe 1] |262 ἦ μακροβίοτος |263 ὅδε γέ τις αἰὼν ἐφάνθη |264 γεραιοῖς, ἀκούειν |265 τόδε πῆμʼ ἄελπτον. |266 καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων, |267 Πέρσαι, φράσαιμʼ ἂν οἷʼ ἐπορσύνθη κακά. [strophe 2] |268 ὀτοτοτοῖ, μάταν |269 τὰ πολλὰ βέλεα παμμιγῆ |270 γᾶς ἀπʼ Ἀσίδος ἦλθε δᾴ- |271 αν ἐφʼ Ἑλλάδα χώραν. |272 πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων |273 Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος. [antistrophe 2] |274 ὀτοτοτοῖ, φίλων |275 ἁλίδονα μέλεα πολυβαφῆ |276 κατθανόντα λέγεις φέρε- |277 σθαι πλάγκτʼ ἐν διπλάκεσσιν. |278 οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δʼ ἀπώλλυτο |279 στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς [strophe 3] |280 ἴυζʼ ἄποτμον Πέρσαις |281 δυσαιανῆ βοὰν |282 δᾴοις, ὡς πάντα παγκάκως |283 ἔφθισαν· αἰαῖ στρατοῦ φθαρέντος. |284 ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν. |285 φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος. [antistrophe 3] |286 στυγναί γʼ Ἀθᾶναι δᾴοις· |287 μεμνῆσθαί τοι πάρα |288 ὡς πολλὰς Περσίδων μάταν |289 ἔκτισαν εὔνιδας ἠδʼ ἀνάνδρους. [episode] |290 σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη |291 κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορὰ |292 τὸ μήτε λέξαι μήτʼ ἐρωτῆσαι πάθη. |293 ὅμως δʼ ἀνάγκη πημονὰς βροτοῖς φέρειν |294 θεῶν διδόντων· πᾶν δʼ ἀναπτύξας πάθος |295 λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως. |296 τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν |297 τῶν ἀρχελείων, ὅστʼ ἐπὶ σκηπτουχίᾳ |298 ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών; |299 Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. |300 ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα |301 καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου. |302 Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς |303 στύφλους παρʼ ἀκτὰς θείνεται Σιληνιῶν. |304 χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς |305 πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο· |306 Τενάγων τʼ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς |307 θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. |308 Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος, |309 οἵδʼ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα |310 δινούμενοι ʼκύρισσον ἰσχυρὰν χθόνα· |311 πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου |312 Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος |313 Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. |314 Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, |315 ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, |316 πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα |317 ἔτεγγʼ, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ. |318 καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος, |319 σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο. |320 Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ |321 νωμῶν, ὅ τʼ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι |322 πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος, |323 Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν |324 ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ, |325 κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς· |326 Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, |327 Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον |328 ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο. |329 τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι. |330 πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά. |331 αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε, |332 αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα. |333 ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν· |334 πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων, |335 ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι |336 μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς; |337 πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον |338 ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν |339 ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα |340 ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος· |341 Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν |342 ὧν ἦγε πλῆθος, αἱ δʼ ὑπέρκοποι τάχει |343 ἑκατὸν δὶς ἦσαν ἑπτά θʼ· ὧδʼ ἔχει λόγος. |344 μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ; |345 ἀλλʼ ὧδε δαίμων τις κατέφθειρε στρατόν, |346 τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ. |347 θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς. |348 ἔτʼ ἆρʼ Ἀθηνῶν ἔστʼ ἀπόρθητος πόλις; |349 ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές. |350 ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον· |351 τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης, |352 ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν; |353 ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ |354 φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν. |355 ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ |356 ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, |357 ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας, |358 Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν |359 ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε |360 δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. |361 ὁ δʼ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον |362 Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, |363 πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον, |364 εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα |365 λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, |366 τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν |367 ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους, |368 ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ· |369 ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν, |370 ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, |371 πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον. |372 τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός· |373 οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο. |374 οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ |375 δεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρ |376 τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον. |377 ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο |378 καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ |379 ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης· |380 τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς· |381 πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος, |382 καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν |383 ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. |384 καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς |385 κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο· |386 ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα |387 πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, |388 πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα |389 μολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμα |390 ἀντηλάλαξε νησιώτιδος πέτρας |391 ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν |392 γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ |393 παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, |394 ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει· |395 σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν. |396 εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ |397 ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, |398 θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν. |399 τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας |400 ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος |401 ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν |402 πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε, |403 ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ |404 παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη, |405 θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών. |406 καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος |407 ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή. |408 εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον |409 ἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ |410 ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς |411 κόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ. |412 τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ |413 ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν |414 ἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν, |415 αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοις |416 παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον, |417 Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως |418 κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ |419 σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν, |420 ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν. |421 ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον, |422 φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο, |423 ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος. |424 τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον |425 ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων |426 ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦ |427 κωκύμασιν κατεῖχε πελαγίαν ἅλα, |428 ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο. |429 κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματα |430 στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι. |431 εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷ |432 πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν. |433 αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα |434 Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει. |435 εὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν· |436 τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθους |437 ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. |438 καὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη; |439 λέξον τίνʼ αὖ φὴς τήνδε συμφορὰν στρατῷ |440 ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. |441 Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν, |442 ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς, |443 αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί, |444 τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ. |445 οἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. |446 ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι; |447 νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων, |448 βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος |449 Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι. |450 ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶν |451 φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο, |452 κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν, |453 φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων, |454 κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς |455 ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, |456 αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας |457 ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ |458 κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν |459 ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν |460 πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο |461 θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν· |462 τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου |463 παίουσι, κρεοκοποῦσι δυστήνων μέλη, |464 ἕως ἁπάντων ἐξαπέφθειραν βίον. |465 Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος· |466 ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, |467 ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός· |468 ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ, |469 πεζῷ παραγγείλας ἄφαρ στρατεύματι, |470 ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι |471 πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν. |472 ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶν |473 Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν |474 κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν |475 οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν· |476 ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν |477 τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν. |478 σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον, |479 ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς; |480 ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην |481 κατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν· |482 στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ |483 διώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος |484 δίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶ |485 διεκπερῶμεν ἔς τε Φωκέων χθόνα |486 καὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ |487 Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ· |488 κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον |489 καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους |490 βορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνον |491 δίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε. |492 Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων |493 χώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον, |494 Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος, |495 Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸς |496 χειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν |497 ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις |498 τὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετο |499 λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν. |500 ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο |501 στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον· |502 χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ |503 ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ. |504 φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος |505 μέσον πόρον διῆκε, θερμαίνων φλογί. |506 πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοι |507 ὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου. |508 ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας, |509 Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ, |510 ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, |511 ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν |512 Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός. |513 ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγων |514 κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός. |515 ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς |516 ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει. |517 οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ· |518 ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων, |519 ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά. |520 ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε. |521 ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις |522 ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω· |523 ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα |524 ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,— |525 ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις, |526 ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι. |527 ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοις |528 πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα· |529 καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ, |530 παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους, |531 μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν. [anapests] |532 ὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν |533 τῶν μεγαλαύχων καὶ πολυάνδρων |534 στρατιὰν ὀλέσας |535 ἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνων |536 πένθει δνοφερῷ κατέκρυψας· |537 πολλαὶ δʼ ἀταλαῖς χερσὶ καλύπτρας |538 κατερεικόμεναι |539 διαμυδαλέοις δάκρυσι κόλπους |540 τέγγουσʼ, ἄλγους μετέχουσαι. |541 αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν |542 ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, |543 λέκτρων εὐνὰς ἁβροχίτωνας, |544 χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, |545 πενθοῦσι γόοις ἀκορεστοτάτοις. |546 κἀγὼ δὲ μόρον τῶν οἰχομένων |547 αἴρω δοκίμως πολυπενθῆ. [choral] [strophe 1] |548 νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼ |549 Ἀσιὰς ἐκκενουμένα. |550 Ξέρξης μὲν ἄγαγεν, ποποῖ, |551 Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ, |552 Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνως |553 βαρίδεσσι ποντίαις. |554 τίπτε Δαρεῖος μὲν οὕ- |555 τω τότʼ ἀβλαβὴς ἐπῆν |556 τόξαρχος πολιήταις, |557 Σουσίδαις φίλος ἄκτωρ; [antistrophe 1] |558 πεζούς τε γὰρ καὶ θαλασσίους |559 λινόπτεροι κυανώπιδες |560 νᾶες μὲν ἄγαγον, ποποῖ, |561 νᾶες δʼ ἀπώλεσαν, τοτοῖ, |562 νᾶες πανωλέθροισιν ἐμβολαῖς, |563 αἵ τʼ Ἰαόνων χέρες. |564 τυτθὰ δʼ ἐκφυγεῖν ἄνακτʼ |565 αὐτὸν εἰσακούομεν |566 Θρῄκης ἂμ πεδιήρεις |567 δυσχίμους τε κελεύθους. [strophe 2] |568 τοὶ δʼ ἄρα πρωτόμοιροι, φεῦ, |569 λειφθέντες πρὸς ἀνάγκας, ἠέ, |570 ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ, |571 σύρονται· στένε καὶ δακνά- |572 ζου, βαρὺ δʼ ἀμβόασον |573 οὐράνιʼ ἄχη, ὀᾶ· |574 τεῖνε δὲ δυσβάυκτον |575 βοᾶτιν τάλαιναν αὐδάν. [antistrophe 2] |576 γναπτόμενοι δὲ δίνᾳ, φεῦ, |577 σκύλλονται πρὸς ἀναύδων, ἠέ, |578 παίδων τᾶς ἀμιάντου, ὀᾶ. |579 πενθεῖ δʼ ἄνδρα δόμος στερη- |580 θείς τοκέες τʼ ἄπαιδες |581 δαιμόνιʼ ἄχη, ὀᾶ, |582 δυρόμενοι γέροντες |583 τὸ πᾶν δὴ κλύουσιν ἄλγος. [strophe 3] |584 τοὶ δʼ ἀνὰ γᾶν Ἀσίαν δὴν |585 οὐκέτι περσονομοῦνται, |586 οὐδʼ ἔτι δασμοφοροῦσιν |587 δεσποσύνοισιν ἀνάγκαις, |588 οὐδʼ ἐς γᾶν προπίτνοντες |589 ἅζονται· βασιλεία |590 γὰρ διόλωλεν ἰσχύς. [antistrophe 3] |591 οὐδʼ ἔτι γλῶσσα βροτοῖσιν |592 ἐν φυλακαῖς· λέλυται γὰρ |593 λαὸς ἐλεύθερα βάζειν, |594 ὡς ἐλύθη ζυγὸν ἀλκᾶς. |595 αἱμαχθεῖσα δʼ ἄρουραν |596 Αἴαντος περικλύστα |597 νᾶσος ἔχει τὰ Περσᾶν. [episode] |598 φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ, |599 ἐπίσταται βροτοῖσιν ὡς ὅταν κλύδων |600 κακῶν ἐπέλθῃ πάντα δειμαίνειν φιλεῖ· |601 ὅταν δʼ ὁ δαίμων εὐροῇ, πεποιθέναι |602 τὸν αὐτὸν αἰεὶ δαίμονʼ οὐριεῖν τύχην. |603 ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα |604 ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, |605 βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· |606 τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας. |607 τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων |608 χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν |609 ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς |610 φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια, |611 βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα, |612 τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι, |613 λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα, |614 ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο |615 ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε· |616 τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον |617 ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα, |618 ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα, |619 ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων |620 ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα |621 Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ |622 τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς. [anapests] |623 βασίλεια γύναι, πρέσβος Πέρσαις, |624 σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς, |625 ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα |626 φθιμένων πομποὺς |627 εὔφρονας εἶναι κατὰ γαίας. |628 ἀλλά, χθόνιοι δαίμονες ἁγνοί, |629 Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων, |630 πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς· |631 εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον, |632 μόνος ἂν θνητῶν πέρας εἴποι. [choral] [strophe 1] |633 ἦ ῥʼ ἀίει μου μακαρίτας |634 ἰσοδαίμων βασιλεὺς |635 βάρβαρʼ ἀσαφηνῆ |636 ἱέντος τὰ παναίολʼ αἰ- |637 ανῆ δύσθροα βάγματʼ, ἢ |638 παντάλανʼ ἄχη διαβοάσω; |639 νέρθεν ἆρα κλύει μου; [antistrophe 1] |640 ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι |641 χθονίων ἁγεμόνες |642 δαίμονα μεγαυχῆ |643 ἰόντʼ αἰνέσατʼ ἐκ δόμων, |644 Περσᾶν Σουσιγενῆ θεόν· |645 πέμπετε δʼ ἄνω οἷον οὔπω |646 Περσὶς αἶʼ ἐκάλυψεν. [strophe 2] |647 ἦ φίλος ἁνήρ, φίλος ὄχθος· |648 φίλα γὰρ κέκευθεν ἤθη. |649 Ἀιδωνεὺς δʼ ἀναπομ- |650 πὸς ἀνείης, Ἀιδωνεύς, |651 θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ. [antistrophe 2] |652 οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ |653 πολεμοφθόροισιν ἄταις, |654 θεομήστωρ δʼ ἐκικλή- |655 σκετο Πέρσαις, θεομήστωρ δʼ |656 ἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ. [strophe 3] |657 βαλήν, ἀρχαῖος βαλήν, |658 ἴθι, ἱκοῦ· |659 ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου, |660 κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, |661 βασιλείου τιάρας |662 φάλαρον πιφαύσκων. |663 βάσκε πάτερ ἄκακε Δαριάν, οἶ. [antistrophe 3] |664 ὅπως αἰανῆ κλύῃς |665 νέα τʼ ἄχη, |666 δέσποτα δεσπότου φάνηθι. |667 Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται· |668 νεολαία γὰρ ἤδη |670 κατὰ πᾶσʼ ὄλωλεν. |671 βάσκε πάτερ ἄκακε Δαριάν, οἶ. [epode] |673 αἰαῖ αἰαῖ· |674 ὦ πολύκλαυτε φίλοισι θανών, |675 τί τάδε δυνάτα δυνάτα |676 περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια; |677 πᾶσαι γᾷ τᾷδʼ |678 ἐξέφθινται τρίσκαλμοι |680 νᾶες ἄναες ἄναες. [episode] [anapests] |681 ὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆς |682 Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον; |683 στένει, κέκοπται, καὶ χαράσσεται πέδον. |684 λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας |685 ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην. |686 ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου |687 καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις |688 οἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον, |689 ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ |690 λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι. |691 ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ |692 ἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου. |693 τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν· [choral] [strophe 1] |694 σέβομαι μὲν προσιδέσθαι, |695 σέβομαι δʼ ἀντία λέξαι |696 σέθεν ἀρχαίῳ περὶ τάρβει. |697 ἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος, |698 μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων |699 εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς. [antistrophe 1] |700 δίεμαι μὲν χαρίσασθαι, |701 δίεμαι δʼ ἀντία φάσθαι, |702 λέξας δύσλεκτα φίλοισιν. [episode] [trochees] |703 ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται, |704 τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι, |705 κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι |706 λέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς. |707 πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ |708 γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω. |709 ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ |710 ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν |711 βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες, |712 νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος. |713 πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ. |714 διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος. |715 τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει; |716 οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός. |717 τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον. |718 θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα. |719 πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας; |720 ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν. |721 πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν; |722 μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον. |723 καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν· |724 ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο. |725 φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς. |726 ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν. |727 καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε; |728 ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν. |729 ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί; |730 πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει. |731 ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ. |732 Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων. |733 ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν. |734 μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα— |735 πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία; |736 ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν. |737 καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον; |738 ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις. |739 φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν |740 Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που |741 διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς· |742 ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται. |743 νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις. |744 παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει· |745 ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν |746 ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ· |747 καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις |748 περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ, |749 θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ, |750 καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν |751 εἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος |752 οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή. |753 ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται |754 θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοις |755 πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο |756 ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν. |757 τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν |758 τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα. [iambics] |759 τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον |760 μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω |761 τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν, |762 ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν, |763 ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου |764 ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον. |765 Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ· |766 ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν· |767 φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν. |768 τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ, |769 ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις· |770 Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, |771 Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ. |772 θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ. |773 Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν. |774 πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ |775 θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ |776 Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις, |777 ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος. |778 ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης. |779 κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον, |780 κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ· |781 ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει. |782 Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ, |783 κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς· |784 εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες, |785 ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν, |786 οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα. |787 τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις |788 λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι |789 πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς; |790 εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον, |791 μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν. |792 αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει. |793 πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ; |794 κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν. |795 ἀλλʼ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. |796 ἀλλʼ οὐδʼ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις |797 στρατὸς κυρήσει νοστίμου σωτηρίας. |798 πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων |799 περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο; |800 παῦροι γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν |801 χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα |802 βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δʼ οὔ. |803 κεἴπερ τάδʼ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ |804 λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. |805 μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς |806 ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί· |807 οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν, |808 ὕβρεως ἄποινα κἀθέων φρονημάτων· |809 οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτη |810 ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς· |811 βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματα |812 πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. |813 τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα |814 πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν |815 κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται. |816 τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς |817 πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο· |818 θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ |819 ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν |820 ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. |821 ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυν |822 ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος. |823 τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια |824 μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις |825 ὑπερφρονήσας τὸν παρόντα δαίμονα |826 ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν. |827 Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν |828 φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. |829 πρὸς ταῦτʼ ἐκεῖνον, σωφρονεῖν κεχρημένον, |830 πινύσκετʼ εὐλόγοισι νουθετήμασιν, |831 λῆξαι θεοβλαβοῦνθʼ ὑπερκόμπῳ θράσει. |832 σὺ δʼ, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, |833 ἐλθοῦσʼ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς |834 λαβοῦσʼ ὑπαντίαζε παιδί. πάντα γὰρ |835 κακῶν ὑπʼ ἄλγους λακίδες ἀμφὶ σώματι |836 στημορραγοῦσι ποικίλων ἐσθημάτων. |837 ἀλλʼ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις· |838 μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται. |839 ἐγὼ δʼ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω. |840 ὑμεῖς δέ, πρέσβεις, χαίρετʼ, ἐν κακοῖς ὅμως |841 ψυχῇ διδόντες ἡδονὴν καθʼ ἡμέραν, |842 ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ. |843 ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντʼ ἔτι |844 ἤλγησʼ ἀκούσας βαρβάροισι πήματα. |845 ὦ δαῖμον, ὥς με πόλλʼ ἐσέρχεται κακὰ |846 ἄλγη, μάλιστα δʼ ἥδε συμφορὰ δάκνει, |847 ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι |848 ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. |849 ἀλλʼ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων |850 ὑπαντιάζειν παιδί μου πειράσομαι. |851 οὐ γὰρ τὰ φίλτατʼ ἐν κακοῖς προδώσομεν. [choral] [strophe 1] |852 ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο- |853 λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, |854 εὖθʼ ὁ γηραιὸς |855 πανταρκὴς ἀκάκας |856 ἄμαχος βασιλεὺς |857 ἰσόθεος Δαρεῖος ἆρχε χώρας. [antistrophe 1] |858 πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπε- |859 φαινόμεθʼ, ἠδὲ νομίσματα πύργινα |860 πάντʼ ἐπηύθυνε, |861 νόστοι δʼ ἐκ πολέμων |862 ἀπόνους ἀπαθεῖς |863 ἀνέρας εὖ πράσσοντας ἆγον οἴκους. [strophe 2] |864 ὅσσας δʼ εἷλε πόλεις πόρον |865 οὐ διαβὰς Ἅλυος ποταμοῖο, |866 οὐδʼ ἀφʼ ἑστίας συθείς, |867 οἷαι Στρυμονίου πελά- |868 γους Ἀχελωίδες εἰσὶ πάροικοι |870 Θρῃκίων ἐπαύλων, [antistrophe 2] |871 λίμνας τʼ ἔκτοθεν αἳ κατὰ |872 χέρσον ἐληλαμέναι πέρι πύργον |873 τοῦδʼ ἄνακτος ἄιον, |875 Ἕλλας τʼ ἀμφὶ πόρον πλατὺν |876 εὐχόμεναι, μυχία τε Προποντίς, |877 καὶ στόμωμα Πόντου· [strophe 3] |879 νᾶσοί θʼ αἳ κατὰ πρῶνʼ |880 ἅλιον περίκλυστοι |881 τᾷδε γᾷ προσήμεναι |882 οἵα Λέσβος ἐλαι- |883 όφυτός τε Σάμος, Χίος |884 ἠδὲ Πάρος, Νάξος, Μύκο- |885 νος, Τήνῳ τε συνάπτουσʼ |886 Ἀνδρος ἀγχιγείτων, [antistrophe 3] |888 καὶ τὰς ἀγχιάλους |889 ἐκράτυνε μεσάκτους, |890 Λῆμνον, Ἰκάρου θʼ ἕδος, |891 καὶ Ῥόδον ἠδὲ Κνίδον |892 Κυπρίας τε πόλεις, Πάφον, |893 ἠδὲ Σόλους, Σαλαμῖνά τε, |895 τᾶς νῦν ματρόπολις τῶνδʼ |896 αἰτία στεναγμῶν. [epode] |898 καὶ τὰς εὐκτεάνους κατὰ |899 κλῆρον Ἰαόνιον πολυάνδρους |900 Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν. |901 ἀκάματον δὲ παρῆν σθένος |902 ἀνδρῶν τευχηστήρων |903 παμμίκτων τʼ ἐπικούρων. |904 νῦν δʼ οὐκ ἀμφιλόγως |905 θεότρεπτα τάδʼ αὖ |906 φέρομεν πολέμοισι |907 δμαθέντες μεγάλως |908 πλαγαῖσι ποντίαισιν. [episode] [anapests] |909 ἰώ, |909b δύστηνος ἐγὼ στυγερᾶς μοίρας |910 τῆσδε κυρήσας ἀτεκμαρτοτάτης, |911 ὡς ὠμοφρόνως δαίμων ἐνέβη |912 Περσῶν γενεᾷ· τί πάθω τλήμων; |913 λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη |914 τήνδʼ ἡλικίαν ἐσιδόντʼ ἀστῶν. |915 εἴθʼ ὄφελεν, Ζεῦ, κἀμὲ μετʼ ἀνδρῶν |916 τῶν οἰχομένων |917 θανάτου κατὰ μοῖρα καλύψαι. [anapests] |918 ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς |919 καὶ περσονόμου τιμῆς μεγάλης, |920 κόσμου τʼ ἀνδρῶν, |921 οὓς νῦν δαίμων ἐπέκειρεν. |922 γᾶ δʼ αἰάζει τὰν ἐγγαίαν |923 ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου |924 σάκτορι Περσᾶν. ᾁδοβάται γὰρ |925 πολλοὶ φῶτες, χώρας ἄνθος, |926 τοξοδάμαντες, πάνυ ταρφύς τις |927 μυριὰς ἀνδρῶν, ἐξέφθινται. |928 αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς. |929 Ἀσία δὲ χθών, βασιλεῦ γαίας, |930 αἰνῶς αἰνῶς |931 ἐπὶ γόνυ κέκλιται. [choral] [strophe 1] |932 ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸς |933 μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ |934 κακὸν ἄρʼ ἐγενόμαν. |935 πρόσφθογγόν σοι νόστου τὰν |936 κακοφάτιδα βοάν, |937 κακομέλετον ἰὰν |938 Μαριανδυνοῦ θρηνητῆρος |939 πέμψω πέμψω, |940 πολύδακρυν ἰαχάν. [antistrophe 1] |941 ἵετʼ αἰανῆ καὶ πάνδυρτον |942 δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ |943 μετάτροπος ἐπʼ ἐμοί. |944 ἥσω τοι τὰν πάνδυρτον, |945 σὰ πάθη τε σέβων |946 ἁλίτυπά τε βάρη, |947 πόλεως γέννας πενθητῆρος· |948 κλάγξω κλάγξω |949 δὲ γόον ἀρίδακρυν. [strophe 2] |950 Ἰάνων γὰρ ἀπηύρα, |951 Ἰάνων ναύφρακτος |952 Ἄρης ἑτεραλκὴς |953 νυχίαν πλάκα κερσάμενος |954 δυσδαίμονά τʼ ἀκτάν. |955 οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.— |956 ποῦ δὲ φίλων ἄλλος ὄχλος, |957 ποῦ δέ σοι παραστάται, |958 οἷος ἦν Φαρανδάκης, |959 Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ- |960 γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ |961 Ἀγβάτανα λιπών; [antistrophe 2] |962 ὀλοοὺς ἀπέλειπον |963 Τυρίας ἐκ ναὸς |964 ἔρροντας ἐπʼ ἀκταῖς |965 Σαλαμινιάσι στυφελοῦ |966 θείνοντας ἐπʼ ἀκτᾶς. |967 οἰοιοῖ, βόα· ποῦ σοι Φαρνοῦχος |968 Ἀριόμαρδός τʼ ἀγαθός, |969 ποῦ δὲ Σευάλκης ἄναξ, |970 ἢ Λίλαιος εὐπάτωρ, |971 Μέμφις, Θάρυβις, καὶ Μασίστρας, |972 Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας; |973 τάδε σʼ ἐπανερόμαν. [strophe 3] |974 ἰὼ ἰώ μοί μοι |975 τὰς ὠγυγίους κατιδόντες |976 στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, |977 ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ. |978 ἦ καὶ τὸν Περσᾶν αὐτοῦ |979 τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν |980 μυρία μυρία πεμπαστὰν |981 Βατανώχου παῖδʼ Ἄλπιστον |982 τοῦ Σησάμα τοῦ Μεγαβάτα, |983 Πάρθον τε μέγαν τʼ Οἰβάρην |984 ἔλιπες ἔλιπες; |985 ὢ ὢ ὢ δᾴων. |986 Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις. [antistrophe 3] |988 ἰὼ ἰὼ δῆτα |989 ἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκεις |990 κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων. |991 βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ. |992 καὶ μὴν ἄλλους γε ποθοῦμεν, |993 Μάρδων ἀνδρῶν μυριοταγὸν |994 Ξάνθιν ἄρειόν τʼ Ἀγχάρην, |995 Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην |996 ἱππιάνακτας, |997 Κηγδαδάταν καὶ Λυθίμναν |998 Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον. |999 ἔταφον ἔταφον, |1000 οὐκ ἀμφὶ σκηναῖς |1001 τροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους. [strophe 4] |1002 βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ. |1003 βεβᾶσιν, οἴ, νώνυμοι. |1004 ἰὴ ἰή, ἰὼ ἰώ. |1005 ἰὼ ἰώ, δαίμονες, |1006 ἔθεθʼ ἄελπτον κακὸν |1007 διαπρέπον, οἷον δέδορκεν Ἄτα. [antistrophe 4] |1008 πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ· |1009 πεπλήγμεθʼ· εὔδηλα γάρ· |1010 νέᾳ νέᾳ δύᾳ δύᾳ. |1012 κύρσαντες οὐκ εὐτυχῶς |1011 Ἰάνων ναυβατᾶν. |1013 δυσπόλεμον δὴ γένος τὸ Περσᾶν. [strophe 5] |1014 πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ- |1015 τον τάλας πέπληγμαι. |1016 τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν. |1017 ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς; |1018 ὁρῶ ὁρῶ. |1020 τόνδε τʼ ὀιστοδέγμονα— |1021 τί τόδε λέγεις σεσωσμένον; |1022 θησαυρὸν βελέεσσιν; |1023 βαιά γʼ ὡς ἀπὸ πολλῶν. |1024 ἐσπανίσμεθʼ ἀρωγῶν. |1025 Ἰάνων λαὸς οὐ φυγαίχμας. [antistrophe 5] |1026 ἀγανόρειος· κατεῖ- |1027 δον δὲ πῆμʼ ἄελπτον. |1028 τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον; |1030 πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ. |1031 παπαῖ παπαῖ. |1032 καὶ πλέον ἢ παπαῖ μὲν οὖν. |1033 δίδυμα γάρ ἐστι καὶ τριπλᾶ— |1034 λυπρά, χάρματα δʼ ἐχθροῖς. |1035 καὶ σθένος γʼ ἐκολούσθη— |1036 γυμνός εἰμι προπομπῶν. |1037 φίλων ἄταισι ποντίαισιν· [strophe 6] |1038 δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι. |1039 αἰαῖ αἰαῖ, δύα δύα. |1040 βόα νυν ἀντίδουπά μοι. |1041 δόσιν κακὰν κακῶν κακοῖς. |1042 ἴυζε μέλος ὁμοῦ τιθείς. |1043 ὀτοτοτοτοῖ. |1044 βαρεῖά γʼ ἅδε συμφορά. |1045 οἲ μάλα καὶ τόδʼ ἀλγῶ. [antistrophe 6] |1046 ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν. |1047 διαίνομαι γοεδνὸς ὤν. |1048 βόα νυν ἀντίδουπά μοι. |1049 μέλειν πάρεστι, δέσποτα. |1050 ἐπορθίαζέ νυν γόοις. |1051 ὀτοτοτοτοῖ. |1052 μέλαινα δʼ ἀμμεμείξεται, |1053 οἴ, στονόεσσα πλαγά. [strophe 7] |1054 καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον. |1055 ἄνιʼ ἄνια. |1056 καί μοι γενείου πέρθε λευκήρη τρίχα. |1057 ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά. |1058 ἀύτει δʼ ὀξύ. |1059 καὶ τάδʼ ἔρξω. [antistrophe 7] |1060 πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. |1061 ἄνιʼ ἄνια. |1062 καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν. |1063 ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά. |1064 διαίνου δʼ ὄσσε. |1065 τέγγομαί τοι. [epode] |1066 βόα νυν ἀντίδουπά μοι. |1067 οἰοῖ οἰοῖ. |1068 αἰακτὸς ἐς δόμους κίε. |1070 ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος. |1071 ἰωὰ δὴ κατʼ ἄστυ. |1072 ἰωὰ δῆτα, ναὶ ναί. |1073 γοᾶσθʼ ἁβροβάται. |1074 ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος. |1074b ἰὴ ἰὴ τρισκάλμοισιν, |1075 ἰὴ ἰή, βάρισιν ὀλόμενοι. |1076 πέμψω τοί σε δυσθρόοις γόοις.