[edition urn:cts:greekLit:tlg0085.tlg001.perseus-grc2] [episode] [lyric] |1 Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως |2 στόλον ἡμέτερον νάιον ἀρθέντʼ |3 ἀπὸ προστομίων λεπτοψαμάθων |4 Νείλου. Δίαν δὲ λιποῦσαι |5 χθόνα σύγχορτον Συρίᾳ φεύγομεν, |6 οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν |7 ψήφῳ πόλεως γνωσθεῖσαν, |8 ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ, |9 γάμον Αἰγύπτου παίδων ἀσεβῆ |10 ʼξονοταζόμεναι. |11 Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος |12 καὶ στασίαρχος τάδε πεσσονομῶν |13 κύδιστʼ ἀχέων ἐπέκρανε, |14 φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον, |15 κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ |16 γένος ἡμέτερον τῆς οἰστροδόνου |17 βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας |18 Διὸς εὐχόμενον τετέλεσται. |19 τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον |20 τῆσδʼ ἀφικοίμεθα |21 σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις |22 ἐριοστέπτοισι κλάδοισιν; |23 ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ, |24 ὕπατοί τε θεοί, καὶ βαρύτιμοι |25 χθόνιοι θήκας κατέχοντες, |26 καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ |27 ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην |28 τὸν θηλυγενῆ στόλον αἰδοίῳ |29 πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ |30 ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ, |31 πρὶν πόδα χέρσῳ τῇδʼ ἐν ἀσώδει |32 θεῖναι, ξὺν ὄχῳ ταχυήρει |33 πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι |34 χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ |35 ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας |36 ἁλὸς ἀντήσαντες, ὄλοιντο, |37 πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει, |38 σφετεριξάμενοι πατραδέλφειαν |39 τήνδʼ ἀεκόντων ἐπιβῆναι. [choral] [strophe 1] |40 νῦν δʼ ἐπικεκλομένα |41 Δῖον πόρτιν ὑπερ- |42 πόντιον τιμάορʼ, ἶνίν τʼ |43 ἀνθονομούσας προγόνου |44 βοὸς ἐξ ἐπιπνοίας |45 Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ |46 ἐπεκραίνετο μόρσιμος αἰὼν |47 εὐλόγως, |48 Ἔπαφόν τʼ ἐγέννασεν· [antistrophe 1] |49 ὅντʼ ἐπιλεξαμένα, |50 νῦν ἐν ποιονόμοις |51 ματρὸς ἀρχαίας τόποις τῶν |52 πρόσθε πόνων μνασαμένα, |53 τά τε νῦν ἐπιδείξω |54 πιστὰ τεκμήρια γαιονόμοις, |55 τὰ δʼ ἄελπτά περ ὄντα φανεῖται. |56 γνώσεται |57 δὲ λόγους τις ἐν μάκει. [strophe 2] |58 εἰ δὲ κυρεῖ τις πέλας οἰωνοπόλων |59 ἔγγαιος οἶκτον οἰκτρὸν ἀίων, |60 δοξάσει τις ἀκούειν ὄπα τᾶς Τηρεΐας |61 Μήτιδος οἰκτρᾶς ἀλόχου, |62 κιρκηλάτου τʼ ἀηδόνος, [antistrophe 2] |63 ἅτʼ ἀπὸ χλωρῶν πετάλων ἐργομένα |64 πενθεῖ μὲν οἶκτον ἠθέων· |65 ξυντίθησι δὲ παιδὸς μόρον, ὡς αὐτοφόνως |66 ὤλετο πρὸς χειρὸς ἕθεν |67 δυσμάτορος κότου τυχών· [strophe 3] |68 τὼς καὶ ἐγὼ φιλόδυρ- |69 τος Ἰαονίοισι νόμοισι |70 δάπτω τὰν ἁπαλὰν |71 Νειλοθερῆ παρειὰν |72 ἀπειρόδακρύν τε καρδίαν. |73 γοεδνὰ δʼ ἀνθεμίζομαι |74 δειμαίνουσα φίλους, τᾶσδε φυγᾶς |75 ἀερίας ἀπὸ γᾶς |76 εἴ τις ἐστὶ κηδεμών. [antistrophe 3] |77 ἀλλά, θεοὶ γενέται, |78 κλύετʼ εὖ τὸ δίκαιον ἰδόντες· |79 ἥβᾳ μὴ τέλεον |80 δόντες ἔχειν παρʼ αἶσαν, |81 ὕβριν δʼ ἑτοίμως στυγοῦντες, |82 πέλοιτʼ ἂν ἔνδικοι γάμοις. |83 ἔστι δὲ κἀκ πολέμου τειρομένοις |84 βωμὸς ἀρῆς φυγάσιν |85 ῥῦμα, δαιμόνων σέβας. [strophe 4] |86 εὖ δʼ εἴη Διόθεν παναληθῶς. |87 Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη. |88 παντᾷ τοι φλεγέθει |89 κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ |90 μερόπεσσι λαοῖς. [antistrophe 4] |91 πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ, |92 κορυφᾷ Διὸς εἰ κρανθῇ πρᾶγμα τέλειον. |93 δαυλοὶ γὰρ πραπίδων |94 δάσκιοί τε τείνουσιν πόροι |95 κατιδεῖν ἄφραστοι. [strophe 5] |96 ἰάπτει δʼ ἐλπίδων |97 ἀφʼ ὑψιπύργων πανώλεις |98 βροτούς, βίαν δʼ |99 οὔτινʼ ἐξοπλίζει· |100 πᾶν ἄπονον δαιμονίων. |101 ἥμενος ὃν φρόνημά πως |102 αὐτόθεν ἐξέπραξεν ἔμπας |103 ἑδράνων ἐφʼ ἁγνῶν. [antistrophe 5] |104 ἰδέσθω δʼ εἰς ὕβριν |105 βρότειον, οἵᾳ νεάζει |106 πυθμὴν διʼ ἁ- |107 μὸν γάμον τεθαλὼς |108 δυσπαραβούλοισι φρεσίν, |109 καὶ διάνοιαν μαινόλιν |110 κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ |111 ἀπάτᾳ μεταγνούς. [strophe 6] |112 τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω |113 λιγέα βαρέα δακρυοπετῆ, |114 ἰὴ ἰή, |115 ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη |116 ζῶσα γόοις με τιμῶ. [ephymnion 1] |117 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, |118 καρβᾶνα δʼ αὐδὰν |119 εὖ, γᾶ, κοννεῖς. |120 πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι |121 λινοσινεῖ |122 Σιδονίᾳ καλύπτρᾳ. [antistrophe 6] |123 θεοῖς δʼ ἐναγέα τέλεα πελομένων καλῶς |124 ἐπίδρομʼ, ὁπόθι θάνατος ἀπῇ. |125 ἰὼ ἰώ, |126 ἰὼ δυσάγκριτοι πόνοι. |127 ποῖ τόδε κῦμʼ ἀπάξει; [ephymnion 1] |128 ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν, |129 καρβᾶνα δʼ αὐδὰν |130 εὖ, γᾶ, κοννεῖς. |131 πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι |132 λινοσινεῖ |133 Σιδονίᾳ καλύπτρᾳ. [strophe 7] |134 πλάτα μὲν οὖν λινορραφής τε |135 δόμος ἅλα στέγων δορὸς |136 ἀχείματόν μʼ ἔπεμπε σὺν πνοαῖς· |137 οὐδὲ μέμφομαι· |138 τελευτὰς δʼ ἐν χρόνῳ |139 πατήρ μοι παντόπτας |140 πρευμενεῖς κτίσειεν, [ephymnion 2] |141 σπέρμα σεμνᾶς μέγα ματρὸς |142 εὐνὰς ἀνδρῶν, ἒ ἔ, |143 ἄγαμον ἀδάματον ἐκφυγεῖν. [antistrophe 7] |144 θέλουσα δʼ αὖ θέλουσαν ἁγνά μʼ |145 ἐπιδέτω Διὸς κόρα, |146 ἔχουσα σέμνʼ ἐνώπιʼ ἀσφαλῶς, |147 παντὶ δὲ σθένει |148 διωγμοῖς ἀσχαλῶσʼ |149 ἀδμήτας ἀδμήτα |150 ῥύσιος γενέσθω, [ephymnion 2] |151 σπέρμα σεμνᾶς μέγα ματρὸς |152 εὐνὰς ἀνδρῶν, ἒ ἔ, |153 ἄγαμον ἀδάματον ἐκφυγεῖν. [strophe 8] |154 εἰ δὲ μή, μελανθὲς |155 ἡλιόκτυπον γένος |156 τὸν γάιον, |157 τὸν πολυξενώτατον |158 Ζῆνα τῶν κεκμηκότων |159 ἱξόμεσθα σὺν κλάδοις |160 ἀρτάναις θανοῦσαι, |161 μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων. [ephymnion 3] |162 ἆ Ζήν, Ἰοῦς ἰῷ |163 μῆνις μάστειρʼ ἐκ θεῶν· |164 κοννῶ δʼ ἄγαν |165 γαμετᾶς οὐρανόνικον. |166 χαλεποῦ γὰρ ἐκ |167 πνεύματος εἶσι χειμών. [antistrophe 8] |168 καὶ τότʼ οὐ δικαίοις |169 Ζεὺς ἐνέξεται λόγοις, |170 τὸν τᾶς βοὸς |171 παῖδʼ ἀτιμάσας, τὸν αὐ- |172 τός ποτʼ ἔκτισεν γόνῳ, |173 νῦν ἔχων παλίντροπον |174 ὄψιν ἐν λιταῖσιν; |175 ὑψόθεν δʼ εὖ κλύοι καλούμενος. [ephymnion 3] |162a ἆ Ζήν, Ἰοῦς ἰῷ, |163a μῆνις μάστειρʼ ἐκ θεῶν· |164a κοννῶ δʼ ἄγαν |165a γαμετᾶς οὐρανόνικον |166a χαλεποῦ γὰρ ἐκ |167a πνεύματος εἶσι χειμών. [episode] |176 παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε |177 πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί. |178 καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν |179 αἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας. |180 ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ· |181 σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι· |182 ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον |183 λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν· |184 τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται |185 ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι. |186 ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος |187 ὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον, |188 ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι, |189 πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν. |190 κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος. |191 ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς |192 ἱκετηρίας, ἀγάλματʼ αἰδοίου Διός, |193 σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, |194 αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη |195 ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει, |196 τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς. |197 φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, |198 τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων |199 ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου. |200 καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ |201 γένῃ· τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος. |202 μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς. |203 θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. |204 πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. |205 φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν |206 κεδνὰς ἐφετμάς· Ζεὺς δὲ γεννήτωρ ἴδοι. |207 ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος. |208 θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. |209 μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος. |210 ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. |211 κείνου θέλοντος εὖ τελευτήσει τάδε. |212 καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε. |213 καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,— |214 ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν. |215 εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. |216 συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. |217 τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι; |218 ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. |219 ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. |220 Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις. |221 ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. |222 πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίαν |223 σέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδων |224 ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, |225 ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. |226 ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; |227 πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα |228 ἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν |229 φύγῃ ματαίων αἰτίας, πράξας τάδε. |230 κἀκεῖ δικάζει τἀπλακήμαθʼ, ὡς λόγος, |231 Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. |232 σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, |233 ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε. |234 ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολον |235 πέπλοισι βαρβάροισι καὶ πυκνώμασι |236 χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς |237 ἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων. |238 ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο, |239 ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν |240 ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. |241 κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων |242 κεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις· |243 μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. |244 καὶ τἄλλα πόλλʼ ἔτʼ εἰκάσαι δίκαιον ἦν, |245 εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. |246 εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. |247 ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω, |248 ἢ ῥήτορʼ ἱεροράβδον, ἢ πόλεως ἀγόν; |249 πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί. |250 τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος |251 ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. |252 ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον |253 γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. |254 καὶ πᾶσαν αἶαν, ἧς διʼ ἁγνὸς ἔρχεται |255 Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. |256 ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα, |257 Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, |258 ὄρη τε Δωδωναῖα· συντέμνει δʼ ὅρος |259 ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ. |260 αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε |261 πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν. |262 Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας |263 ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα |264 τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων, |265 τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν |266 χρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχη |267 δρακονθόμιλον δυσμενῆ ξυνοικίαν. |268 τούτων ἄκη τομαῖα καὶ λυτήρια |269 πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ |270 μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς. |271 ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια |272 γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω. |273 μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις. |274 βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος |275 ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός· |276 καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ. |277 ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί, |278 ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος. |279 Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι |280 γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. |281 καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, |282 Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις |283 εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων· |284 τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσιν |285 εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα |286 παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας. |287 καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας, |288 εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα |289 ὑμᾶς. διδαχθεὶς δʼ ἂν τόδʼ εἰδείην πλέον, |290 ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν. |291 κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ |292 Ἰὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί; |293 ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ. |295 μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ; |296 κἄκρυπτά γʼ Ἥρας ταῦτα τἀμπαλάγματα. |297 πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε; |298 βοῦν τὴν γυναῖκʼ ἔθηκεν Ἀργεία θεός. |300 οὔκουν πελάζει Ζεὺς ἐπʼ εὐκραίρῳ βοΐ; |301 φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας. |302 τί δῆτα πρὸς ταῦτʼ ἄλοχος ἰσχυρὰ Διός; |303 τὸν πάνθʼ ὁρῶντα φύλακʼ ἐπέστησεν βοΐ. |304 ποῖον πανόπτην οἰοβουκόλον λέγεις; |305 Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν. |306 τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ; |307 βοηλάτην μύωπα κινητήριον. |308 οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας. |309 τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ. |310 καὶ ταῦτʼ ἔλεξας πάντα συγκόλλως ἐμοί. |311 καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο. |312 καὶ Ζεύς γʼ ἐφάπτωρ χειρὶ φιτύει γόνον. |313 τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός; |315 Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος. |317 Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη. |318 τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις; |319 Βῆλον δίπαιδα, πατέρα τοῦδʼ ἐμοῦ πατρός. |320 τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον. |321 Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις. |322 καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ. |323 Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένος |324 πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον. |325 δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς |326 τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα |327 λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη; |328 ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά. |329 πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν· |330 ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴν |331 κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, |332 ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων; |333 τί φὴς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν, |334 λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους; |335 ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. |336 πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις; |337 τίς δʼ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους; |338 σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. |339 καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή. |340 πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω; |341 αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν. |342 βαρέα σύ γʼ εἶπας, πόλεμον ἄρασθαι νέον. |343 ἀλλʼ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ. |344 εἴπερ γʼ ἀπʼ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν. |345 αἰδοῦ σὺ πρύμναν πόλεος ὧδʼ ἐστεμμένην. |346 πέφρικα λεύσσων τάσδʼ ἕδρας κατασκίους. |347 βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος. [choral] [strophe 1] |348 Παλαίχθονος τέκος, κλῦθί μου |349 πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ. |350 ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον, |351 λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις |352 ἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ- |353 κε φράζουσα βοτῆρι μόχθους. |354 ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον |355 νεύονθʼ ὅμιλον τόνδʼ ἀγωνίων θεῶν. |356 εἴη δʼ ἄνατον πρᾶγμα τοῦτʼ ἀστοξένων. |357 μηδʼ ἐξ ἀέλπτων κἀπρομηθήτων πόλει |358 νεῖκος γένηται· τῶν γὰρ οὐ δεῖται πόλις. [antistrophe 1] |359 ἴδοιτο δῆτʼ ἄνατον φυγὰν |360 ἱκεσία Θέμις Διὸς κλαρίου. |361 σὺ δὲ παρʼ ὀψιγόνου μάθε γεραιόφρων· |362 ποτιτρόπαιον αἰδόμενος οὖνπερ |363 ἱεροδόκα |364 θεῶν λήματʼ ἀπʼ ἀνδρὸς ἁγνοῦ. |365 οὔτοι κάθησθε δωμάτων ἐφέστιοι |366 ἐμῶν. τὸ κοινὸν δʼ εἰ μιαίνεται πόλις, |367 ξυνῇ μελέσθω λαὸς ἐκπονεῖν ἄκη. |368 ἐγὼ δʼ ἂν οὐ κραίνοιμʼ ὑπόσχεσιν πάρος, |369 ἀστοῖς δὲ πᾶσι τῶνδε κοινώσας πέρι. [strophe 2] |370 σύ τοι πόλις, σὺ δὲ τὸ δάμιον· |371 πρύτανις ἄκριτος ὤν, |372 κρατύνεις βωμόν, ἑστίαν χθονός, |373 μονοψήφοισι νεύμασιν σέθεν, |374 μονοσκήπτροισι δʼ ἐν θρόνοις χρέος |375 πᾶν ἐπικραίνεις· ἄγος φυλάσσου. |376 ἄγος μὲν εἴη τοῖς ἐμοῖς παλιγκότοις, |377 ὑμῖν δʼ ἀρήγειν οὐκ ἔχω βλάβης ἄτερ· |378 οὐδʼ αὖ τόδʼ εὖφρον, τάσδʼ ἀτιμάσαι λιτάς. |379 ἀμηχανῶ δὲ καὶ φόβος μʼ ἔχει φρένας |380 δρᾶσαί τε μὴ δρᾶσαί τε καὶ τύχην ἑλεῖν. [antistrophe 2] |381 τὸν ὑψόθεν σκοπὸν ἐπισκόπει, |382 φύλακα πολυπόνων |383 βροτῶν, οἳ τοῖς πέλας προσήμενοι |384 δίκας οὐ τυγχάνουσιν ἐννόμου. |385 μένει τοι Ζηνὸς ἱκταίου κότος |386 δυσπαραθέλκτους παθόντος οἴκτοις. |387 εἴ τοι κρατοῦσι παῖδες Αἰγύπτου σέθεν |388 νόμῳ πόλεως, φάσκοντες ἐγγύτατα γένους |389 εἶναι, τίς ἂν τοῖσδʼ ἀντιωθῆναι θέλοι; |390 δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν, |391 ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ. [strophe 3] |392 μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος |393 κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι |394 μῆχαρ ὁρίζομαι γάμου δύσφρονος |395 φυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκαν |396 κρῖνε σέβας τὸ πρὸς θεῶν. |397 οὐκ εὔκριτον τὸ κρῖμα· μή μʼ αἱροῦ κριτήν. |398 εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε |399 πράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε |400 εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι, |401 ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν. [antistrophe 3] |402 ἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖ |403 Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως |404 ἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις. |405 τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ- |406 γεῖς τὸ δίκαιον ἔρξας; |407 δεῖ τοι βαθείας φροντίδος σωτηρίου, |408 δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν |409 δεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον, |410 ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει, |411 αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς, |412 καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται |413 μήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμένας |414 ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν |415 βαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα, |416 ὃς οὐδʼ ἐν Ἅιδου τὸν θανόντʼ ἐλευθεροῖ. |417 μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου; [strophe 4] |418 φρόντισον καὶ γενοῦ |419 πανδίκως εὐσεβὴς |420 πρόξενος· τὰν φυγάδα μὴ προδῷς, |421 τὰν ἕκαθεν ἐκβολαῖς |422 δυσθέοις ὀρμέναν· [antistrophe 4] |423 μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶν |424 πολυθέων ῥυσια- |425 σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός. |426 γνῶθι δʼ ὕβριν ἀνέρων |427 καὶ φύλαξαι κότον. [strophe 5] |428 μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν |429 ἀπὸ βρετέων βίᾳ |430 δίκας ἀγομέναν |431 ἱππηδὸν ἀμπύκων, |432 πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν. [antistrophe 5] |433 ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις, |434 ὁπότερʼ ἂν κτίσῃς, |435 μένει ἄρʼ ἐκτίνειν |436 ὁμοιΐαν θέμιν. |437 τάδε φράσαι δίκαια Διόθεν κράτη. [episode] |438 καὶ δὴ πέφρασμαι· δεῦρο δʼ ἐξοκέλλεται· |439 ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν |440 πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος |441 στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. |442 ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. |443 καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, |444 ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου |445 γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν· |446 καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, |447 γένοιτο μύθου μῦθος ἂν θελκτήριος |448 ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια. |449 ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται, |450 δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια |451 θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. |452 ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι· |453 θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν |454 εἶναι· γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν. |455 πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων. |456 ἤκουσα, καὶ λέγοις ἄν· οὔ με φεύξεται. |457 ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων. |458 τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. |459 ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή— |460 λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ. |461 εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ— |462 τί σοι περαίνει μηχανὴ συζωμάτων; |463 νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. |464 αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον. |465 ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν. |466 ἤκουσα μαστικτῆρα καρδίας λόγον. |467 ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον. |468 καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα, |469 κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται· |470 ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον |471 τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. |472 εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος, |473 μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον· |474 εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν |475 σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, |476 πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, |477 ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον; |478 ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον |479 ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. |480 σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, |481 κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν |482 βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων |483 θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ |484 πάντες πολῖται, μηδʼ ἀπορριφθῇ λόγος |485 ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς. |486 καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε |487 ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, |488 ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος· |489 τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. |490 πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα, |491 αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν. |492 ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων |493 ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν |494 βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας |495 εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως |496 στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις. |497 Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος |498 τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον· |499 καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο. |500 στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει. |501 ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας· |502 καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν |503 ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν. |504 τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι· |505 ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί; |506 κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. |507 καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. |508 λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε. |509 καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με; |510 οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν. |511 ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν; |512 εὔφημον εἴη τοὔπος εὐφημουμένῃ. |513 οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός. |514 ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον. |515 σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. |516 ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. |517 ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους |518 στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ· |519 καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. |520 πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους |521 λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν. |522 ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι· |523 πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος. [choral] [strophe 1] |524 ἄναξ ἀνάκτων, μακάρων |525 μακάρτατε καὶ τελέων |526 τελειότατον κράτος, ὄλβιε Ζεῦ, |527 πιθοῦ τε καὶ γένει σῷ |528 ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας· |529 λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ |530 τὰν μελανόζυγʼ ἄταν. [antistrophe 1] |531 τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν |532 παλαίφατον ἁμέτερον |533 γένος φιλίας προγόνου γυναικὸς |534 νέωσον εὔφρονʼ αἶνον, |535 γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς· |536 Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι |537 γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι. [strophe 2] |538 παλαιὸν δʼ εἰς ἴχνος μετέσταν |539 ματέρος ἀνθονόμους ἐπωπάς, |540 λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ |541 οἴστρῳ ἐρεθομένα |542 φεύγει ἁμαρτίνοος, |543 πολλὰ βροτῶν διαμειβομένα |544 φῦλα, διχῇ δʼ ἀντίπορον |545 γαῖαν ἐν αἴσᾳ διατέμ- |546 νουσα πόρον κυματίαν ὁρίζει· [antistrophe 2] |547 ἰάπτει δʼ Ἀσίδος διʼ αἴας |548 μηλοβότου Φρυγίας διαμπάξ. |549 περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν, |550 Λύδιά τε γύαλα, |551 καὶ διʼ ὀρῶν Κιλίκων |552 Παμφύλων τε γένη διορνυμένα |553 καὶ ποταμοὺς ἀενάους |554 καὶ βαθύπλουτον χθόνα καὶ |555 τὰν Ἀφροδίτας πολύπυρον αἶαν. [strophe 3] |556 ἱκνεῖται δὴ σινουμένα βέλει |557 βουκόλου πτερόεντος |558 Δῖον πάμβοτον ἄλσος, |559 λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται |560 Τυφῶ μένος, |561 ὕδωρ τε Νείλου νόσοις ἄθικτον, |562 μαινομένα πόνοις ἀτί- |563 μοις ὀδύναις τε κεντροδα- |564 λήτισι θυιὰς Ἥρας. [antistrophe 3] |565 βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι, |566 χλωρῷ δείματι θυμὸν |567 πάλλοντʼ ὄψιν ἀήθη, |568 βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον, |569 τὰν μὲν βοός, |570 τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν. |571 καὶ τότε δὴ τίς ἦν ὁ θέλ- |572 ξας πολύπλαγκτον ἀθλίαν |573 οἰστροδόνητον Ἰώ; [strophe 4] |574 διʼ αἰῶνος κρέων ἀπαύστου |575 Ζεὺς |576 Διὸς δʼ ἀπημάντῳ σθένει |577 καὶ θείαις ἐπιπνοίαις |578 παύεται, δακρύων δʼ ἀπο- |579 στάζει πένθιμον αἰδῶ. |580 λαβοῦσα δʼ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ |581 γείνατο παῖδʼ ἀμεμφῆ, [antistrophe 4] |582 διʼ αἰῶνος μακροῦ πάνολβον· |583 ἔνθεν πᾶσα βοᾷ χθών, |584 φυσιζόου γένος τόδε |585 Ζηνός ἐστιν ἀληθῶς· |586 τίς γὰρ ἂν κατέπαυσεν Ἥ- |587 ρας νόσους ἐπιβούλους; |588 Διὸς τόδʼ ἔργον καὶ τόδʼ ἂν γένος λέγων |589 ἐξ Ἐπάφου κυρήσαις. [strophe 5] |590 τίνʼ ἂν θεῶν ἐνδικωτέροισιν |591 κεκλοίμαν εὐλόγως ἐπʼ ἔργοις; |592 αὐτὸς ὁ πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ |593 γένους παλαιόφρων μέγας |594 τέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς. [antistrophe 5] |595 ὑπʼ ἀρχᾶς δʼ οὔ τινος θοάζων |596 τὸ μεῖον κρεισσόνων κρατύνει. |597 οὔτινος ἄνωθεν ἡμένου σέβει κράτη. |598 πάρεστι δʼ ἔργον ὡς ἔπος |599 σπεῦσαί τι τῶν βούλιος φέρει φρήν. [episode] |600 θαρσεῖτε παῖδες· εὖ τὰ τῶν ἐγχωρίων· |601 δήμου δέδοκται παντελῆ ψηφίσματα. |602 ὦ χαῖρε πρέσβυ, φίλτατʼ ἀγγέλλων ἐμοί· |603 ἔνισπε δʼ ἡμῖν ποῖ κεκύρωται τέλος, |604 δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται. |605 ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, |606 ἀλλʼ ὥστʼ ἀνηβῆσαί με γηραιᾷ φρενί· |607 πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις |608 ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον· |609 ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους |610 κἀρρυσιάστους ξύν τʼ ἀσυλίᾳ βροτῶν· |611 καὶ μήτʼ ἐνοίκων μήτʼ ἐπηλύδων τινὰ |612 ἄγειν· ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, |613 τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων |614 ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. |615 τοιάνδʼ ἔπειθεν ῥῆσιν ἀμφʼ ἡμῶν λέγων |616 ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον |617 μέγαν προφωνῶν μήποτʼ εἰσόπιν χρόνου |618 πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα |619 λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν |620 ἀμήχανον βόσκημα πημονῆς πέλειν. |621 τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς |622 ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε. |623 δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς |624 δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος. [anapests] |625 ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις |626 εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς. |627 Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου |628 στόματος τιμὰς ἐπʼ ἀληθείᾳ, |629 τέρμονʼ ἄμεμπτον προσαπαντᾶν. [choral] [strophe 1] |630 νῦν ὅτε καί, θεοὶ |631 διογενεῖς, κλύοιτʼ εὐ- |632 κταῖα γένει χεούσας· |633 μήποτε πυρίφατον |634 γᾶν Πελασγίαν πόλιν |635 τὸν ἄκορον βοᾶς |636 κτίσαι μάχλον Ἄρη, |637 τὸν ἀρότοις θερί- |638 ζοντα βροτοὺς ἐν ἄλλοις, |639 οὕνεκʼ ᾤκτισαν ἡμᾶς, |640 ψῆφον δʼ εὔφρονʼ ἔθεντο, |641 αἰδοῦνται δʼ ἱκέτας Διός, |642 ποίμναν τάνδʼ ἀμέγαρτον· [antistrophe 1] |643 οὐδὲ μετʼ ἀρσένων |644 ψῆφον ἔθεντʼ ἀτιμώ- |645 σαντες ἔριν γυναικῶν, |646 Δῖον ἐπιδόμενοι |647 πράκτορά τε σκοπὸν |648 δυσπολέμητον, ὃν οὐ |649 τίς ἂν δόμος ἔχοι |650 ἐπʼ ὀρόφων μιαί- |651 νοντα; βαρὺς δʼ ἐφίζει. |652 ἅζονται γὰρ ὁμαίμους |653 Ζηνὸς ἵκτορας ἁγνοῦ. |654 τοιγάρτοι καθαροῖσι βω- |655 μοῖς θεοὺς ἀρέσονται. [strophe 2] |656 τοιγὰρ ὑποσκίων |657 ἐκ στομάτων ποτά- |658 σθω φιλότιμος εὐχά, |659 μήποτε λοιμὸς ἀνδρῶν |660 τάνδε πόλιν κενώσαι· |661 μηδʼ ἐπιχωρίοις ἔρις |662 πτώμασιν αἱματίσαι πέδον γᾶς. |663 ἥβας δʼ ἄνθος ἄδρεπτον |664 ἔστω, μηδʼ Ἀφροδίτας |665 εὐνάτωρ βροτολοιγὸς Ἄ- |666 ρης κέρσειεν ἄωτον. [antistrophe 2] |667 καὶ γεραροῖσι πρε- |668 σβυτοδόκοι γεμόν- |669 των θυμέλαι φλεγόντων. |670 τὼς πόλις εὖ νέμοιτο |671 Ζῆνα μέγαν σεβόντων, |672 τὸν ξένιον δʼ ὑπερτάτως, |673 ὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ. |674 τίκτεσθαι δʼ ἐφόρους γᾶς |675 ἄλλους εὐχόμεθʼ ἀεί, |676 Ἄρτεμιν δʼ Ἑκάταν γυναι- |677 κῶν λόχους ἐφορεύειν. [strophe 3] |678 μηδέ τις ἀνδροκμὴς |679 λοιγὸς ἐπελθέτω |680 τάνδε πόλιν δαΐζων, |681 ἄχορον ἀκίθαριν |682 δακρυογόνον Ἄρη |683 βοάν τʼ ἔνδημον ἐξοπλίζων. |684 νούσων δʼ ἑσμὸς ἀπʼ ἀστῶν |685 ἵζοι κρατὸς ἀτερπής· |686 εὐμενὴς δʼ ὁ Λύκειος ἔ- |687 στω πάσᾳ νεολαίᾳ. [antistrophe 3] |688 καρποτελῆ δέ τοι |689 Ζεὺς ἐπικραινέτω |690 φέρματι γᾶν πανώρῳ. |691 πρόνομα δὲ βότʼ ἀγροῖς |692 πολύγονα τελέθοι· |693 τὸ πᾶν τʼ ἐκ δαιμόνων λάχοιεν. |694 εὔφαμον δʼ ἐπὶ βωμοῖς |695 μοῦσαν θείατʼ ἀοιδοί· |696 ἁγνῶν τʼ ἐκ στομάτων φερέ- |697 σθω φάμα φιλοφόρμιγξ. [strophe 4] |698 φυλάσσοι τʼ ἀτρεμαῖα τιμὰς |699 τὸ δάμιον, τὸ πτόλιν κρατύνει, |700 προμαθὶς εὐκοινόμητις ἀρχά· |701 ξένοισί τʼ εὐξυμβόλους, |702 πρὶν ἐξοπλίζειν Ἄρη, |703 δίκας ἄτερ πημάτων διδοῖεν. [antistrophe 4] |704 θεοὺς δʼ, οἳ γᾶν ἔχουσιν, ἀεὶ |705 τίοιεν ἐγχωρίοις πατρῴαις |706 δαφνηφόροις βουθύτοισι τιμαῖς. |707 τὸ γὰρ τεκόντων σέβας |708 τρίτον τόδʼ ἐν θεσμίοις |709 Δίκας γέγραπται μεγιστοτίμου. [episode] |710 εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι· |711 ὑμεῖς δὲ μὴ τρέσητʼ ἀκούσασαι πατρὸς |712 ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. |713 ἱκεταδόκου γὰρ τῆσδʼ ἀπὸ σκοπῆς ὁρῶ |714 τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει· |715 στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, |716 καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπουσʼ ὁδόν, |717 οἴακος εὐθυντῆρος ὑστάτου νεὼς |718 ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. |719 πρέπουσι δʼ ἄνδρες νάιοι μελαγχίμοις |720 γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, |721 καὶ τἄλλα πλοῖα πᾶσά θʼ ἡ ʼπικουρία |722 εὔπρεπτος· αὐτὴ δʼ ἡγεμὼν ὑπὸ χθόνα |723 στείλασα λαῖφος παγκρότως ἐρέσσεται. |724 ἀλλʼ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως |725 πρὸς πρᾶγμʼ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. |726 ἐγὼ δʼ ἀρωγοὺς ξυνδίκους θʼ ἥξω λαβών. |727 ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι, |728 ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες. |729 ἀλλʼ οὐδὲν ἔσται τῶνδε· μὴ τρέσητέ νιν. |730 ὅμως δʼ ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, |731 ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. |732 θάρσει· χρόνῳ τοι κυρίῳ τʼ ἐν ἡμέρᾳ |733 θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην. |734 πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι |735 ἥκουσι· μῆκος δʼ οὐδὲν ἐν μέσῳ χρόνου. [choral] [strophe 1] |736 περίφοβόν μʼ ἔχει τάρβος ἐτητύμως |737 πολυδρόμου φυγᾶς ὄφελος εἴ τί μοι. |738 παροίχομαι, πάτερ, δείματι. |739 ἐπεὶ τελεία ψῆφος Ἀργείων, τέκνα, |740 θάρσει, μαχοῦνται περὶ σέθεν, σάφʼ οἶδʼ ἐγώ. |741 ἐξῶλές ἐστι μάργον Αἰγύπτου γένος |742 μάχης τʼ ἄπληστον· καὶ λέγω πρὸς εἰδότα. [antistrophe 1] |743 δοριπαγεῖς δʼ ἔχοντες κυανώπιδας |744 νῆας ἔπλευσαν ὧδʼ ἐπιτυχεῖ κότῳ |745 πολεῖ μελαγχίμῳ σὺν στρατῷ. |746 πολλοὺς δέ γʼ εὑρήσουσιν ἐν μεσημβρίας |747 θάλπει βραχίονʼ εὖ κατερρινημένους. |748 μόνην δὲ μὴ πρόλειπε· λίσσομαι, πάτερ. |749 γυνὴ μονωθεῖσʼ οὐδέν· οὐκ ἔνεστʼ Ἄρης. [strophe 2] |750 οὐλόφρονες δὲ καὶ δολιομήτιδες |751 δυσάγνοις φρεσίν, κόρακες ὥστε, βω- |752 μῶν ἀλέγοντες οὐδέν. |753 καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτʼ, ὦ τέκνα, |754 εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο. |755 οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη |756 δείσαντες ἡμῶν χεῖρʼ ἀπόσχωνται, πάτερ. [antistrophe 2] |757 περίφρονες δʼ ἄγαν ἀνιέρῳ μένει |758 μεμαργωμένοι κυνοθρασεῖς, θεῶν |759 οὐδὲν ἐπαΐοντες. [episode] |760 ἀλλʼ ἔστι φήμη τοὺς λύκους κρείσσους κυνῶν |761 εἶναι· βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν. |762 ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων |763 ἔχοντας ὀργάς, χρὴ φυλάσσεσθαι τάχος. |764 οὔτοι ταχεῖα ναυτικοῦ στρατοῦ στολή, |765 οὐδʼ ὅρμος, οὗ δεῖ πεισμάτων σωτήρια |766 ἐς γῆν ἐνεγκεῖν, οὐδʼ ἐν ἀγκυρουχίαις |767 θαρσοῦσι ναῶν ποιμένες παραυτίκα, |768 ἄλλως τε καὶ μολόντες ἀλίμενον χθόνα |769 ἐς νύκτʼ ἀποστείχοντος ἡλίου. φιλεῖ |770 ὠδῖνα τίκτειν νὺξ κυβερνήτῃ σοφῷ. |771 οὕτω γένοιτʼ ἂν οὐδʼ ἂν ἔκβασις στρατοῦ |772 καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ |773 φρόνει μὲν ὡς ταρβοῦσα μὴ ἀμελεῖν θεῶν· |774b πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεται |775 πόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί. [choral] [strophe 1] |776 ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας, |777 τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας |778 χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που; |779 μέλας γενοίμαν καπνὸς |780 νέφεσσι γειτονῶν Διός· |781 τὸ πᾶν δʼ ἄφαντος |782 ἀμπετὴς ἀιδνὸς ὡς |783 κόνις ἄτερθε πτερύγων ὀλοίμαν. [antistrophe 1] |784 ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν· |785 κελαινόχρως δὲ πάλλεταί μου καρδία. |786 πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ. |787 θέλοιμι δʼ ἂν μορσίμου |788 βρόχου τυχεῖν ἐν ἀρτάναις, |789 πρὶν ἄνδρʼ ἀπευκτὸν |790 τῷδε χριμφθῆναι χροΐ· |791 πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι. [strophe 2] |792 πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος, |793 πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών, |794 ἢ λισσὰς αἰγίλιψ ἀπρόσ- |795 δεικτος οἰόφρων κρεμὰς |796 γυπιὰς πέτρα, βαθὺ |797 πτῶμα μαρτυροῦσά μοι, |798 πρὶν δαΐκτορος βίᾳ |799 καρδίας γάμου κυρῆσαι; [antistrophe 2] |800 κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις |801 ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν· |802 τὸ γὰρ θανεῖν ἐλευθεροῦ- |803 ται φιλαιάκτων κακῶν. ἐλθέτω |804 ἐλθέτω μόρος, πρὸ κοί- |805 τας γαμηλίου τυχών. |806 ἀμφυγᾶς τίνʼ ἔτι πόρον |807 τέμνω γάμου λυτῆρα; [strophe 3] |808 ἴυζε δʼ ὀμφὰν οὐρανίαν |809 μέλεα μέλη λιτανὰ θεοῖς· |810 τέλεα δέ πως πελόμενά μοι |811 λύσιμά τʼ ἄχιμά τʼ ἔπιδε, πάτερ, |812 βίαια μὴ φαιδρῶς ὁρῶν |813 ὄμμασιν ἐνδίκοις. |815 σεβίζου δʼ ἱκέτας σέθεν, |816 γαιάοχε παγκρατὲς Ζεῦ. [antistrophe 3] |817 γένος γὰρ Αἰγύπτειον ὕβριν |818 δύσφορον ἀρσενογενὲς |819 μετά με δρόμοισι διόμενοι |820 φυγάδα μάταισι πολυθρόοις |821 βίαια δίζηνται λαβεῖν. |822 σὸν δʼ ἐπίπαν ζυγὸν |823 ταλάντου. τί δʼ ἄνευ σέθεν |824 θνατοῖσι τέλειόν ἐστιν; [episode] [lyric] |825 ό ό ό, ά ά ά· |826 ὅδε μάρπτις νάιος γάιος. |827 τῶν πρό, μάρπτι, κάμνοις· |828 ἰόφ .. ὀμ .. αὖθι κάκκας νυ |829 δυϊαν βοᾶν ἀμφαίνω. |830 ὁρῶ τάδε φροίμια πράξαν πόνων |831 βιαίων ἐμῶν. ἠὲ ἠέ. |832 βαῖνε φυγᾷ πρὸς ἀλκάν· |833 βλοσυρόφρονα χλιδᾷ |834 δύσφορα ναῒ κἀν γᾷ. |835 γαϊάναξ προτάσσου. |836 σοῦσθε σοῦσθʼ ἐπὶ βᾶ- |837 ριν ὅπως ποδῶν ἔχετε |838 οὐκοῦν οὐκοῦν |839 τιλμοὶ τιλμοὶ καὶ στιγμοί, |840 πολυαίμων φόνιος |841 ἀποκοπὰ κρατός. |842 σοῦσθε σοῦσθʼ ὀλύμεναι ὀλόμενʼ ἐπαμίδα. [choral] [strophe 1] |843 εἴθʼ ἀνὰ πολύρυτον |844 ἁλμήεντα πόρον |845 δεσποσίῳ ξὺν ὕβρει, |846 γομφοδέτῳ τε δόρει διώλου. |847 αἵμονες ὡς ἐπάμιδα |848 ησυδουπιάπιτα |849 κελεύω βοᾶν μεθέσθαι |850 ἴχαρ φρενί τʼ ἄταν. |851 ἰοὺ ἰού. |852 λεῖφʼ ἕδρανα, κίʼ ἐς δόρυ. |853 ἀτίετον ἄπολιν οὐ σέβω. [antistrophe 1] |854 μήποτε πάλιν ἴδοιμʼ |855 ἀλφεσίβοιον ὕδωρ, |856 ἔνθεν ἀεξόμενον |857 ζώφυτον αἷμα βροτοῖσι θάλλει. |858 ἔγγαιος ἐγὼ βαθυχαῖος |860 βαθρείας βαθρείας, γέρον. |861 σὺ δʼ ἐν ναῒ ναῒ βάσῃ |862 τάχα θέλεος ἀθέλεος, |863 βίᾳ βίᾳ τε πολλᾷ φροῦδα. |864 βάτεαι βαθυμιτροκακὰ παθῶν |865 ὀλόμεναι παλάμαις. [strophe 2] |866 αἰαῖ αἰαῖ. |867 αἲ γὰρ δυσπαλάμως ὄλοιο |868 διʼ ἁλίρρυτον ἄλσος, |869 κατὰ Σαρπηδόνιον |870 χῶμα πολύψαμμον ἀλαθεὶς |871 Εὐρεΐαισιν αὔραις. |872 ἴυζε καὶ λάκαζε καὶ κάλει θεούς. |873 Αἰγυπτίαν γὰρ βᾶριν οὐχ ὑπερθορῇ. |874 ἴυζε καὶ |875 βόα, χέον πικρότερον οἰζύος νόμον. [antistrophe 2] |876 οἰοῖ οἰοῖ, |877 λύμας, ᾇ σὺ πρὸ γᾶς ὑλάσκων |878 περί, χάμψα, βρυάζεις· |879 ὃς ἐπωπᾷ σʼ, ὁ μέγας |880 Νεῖλος, ὑβρίζοντά σʼ ἀποτρέ- |881 ψειεν ἄιστον ὕβριν. |882 βαίνειν κελεύω βᾶριν εἰς ἀμφίστροφον |883 ὅσον τάχιστα· μηδέ τις σχολαζέτω. |884 ὁλκὴ γὰρ οὔτοι πλόκαμον οὐδάμʼ ἅζεται. [strophe 3] |885 οἰοῖ, πάτερ, βρέτεος ἄρος |886 ἀτᾷ μʼ· ἅλαδʼ ἄγει |887 ἄραχνος ὡς βάδην. |888 ὄναρ ὄναρ μέλαν, |889 ὀτοτοτοτοῖ, |890 μᾶ Γᾶ μᾶ Γᾶ, βοὰν |891 φοβερὸν ἀπότρεπε, |892 ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ. |893 οὔτοι φοβοῦμαι δαίμονας τοὺς ἐνθάδε· |894 οὐ γάρ μʼ ἔθρεψαν, οὐδʼ ἐγήρασαν τροφῇ. [antistrophe 3] |895 μαιμᾷ πέλας δίπους ὄφις· |896 ἔχιδνα δʼ ὥς μέ τις |897 πόδα δακοῦσʼ ἔχει. |898 ὀτοτοτοτοῖ, |899 μᾶ Γᾶ μᾶ Γᾶ βοὰν |900 φοβερὸν ἀπότρεπε, |901 ὦ πᾶ, Γᾶς παῖ, Ζεῦ. [episode] |902 εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, |903 λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ. |904 διωλόμεσθʼ· ἄσεπτʼ, ἄναξ, πάσχομεν— |905 πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου, τάχα |906 ὄψεσθε· θαρσεῖτʼ, οὐκ ἐρεῖτʼ ἀναρχίαν. |907 ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι. |909 ἕλξειν ἔοιχʼ ὑμᾶς ἀποσπάσας κόμης, |910 ἐπεὶ οὐκ ἀκούετʼ ὀξὺ τῶν ἐμῶν λόγων. |911 οὗτος, τί ποιεῖς; ἐκ ποίου φρονήματος |912 ἀνδρῶν Πελασγῶν τήνδʼ ἀτιμάζεις χθόνα; |913 ἀλλʼ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν; |914 κάρβανος ὢν δʼ Ἕλλησιν ἐγχλίεις ἄγαν· |915 καὶ πόλλʼ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί. |916 τί δʼ ἠμπλάκηται τῶνδʼ ἐμοὶ δίκης ἄτερ; |917 ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι. |918 πῶς δʼ οὐχί; τἄμʼ ὀλωλόθʼ εὑρίσκων ἄγω. |919 ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις; |920 Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ. |921 θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ. |922 τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι. |923 οἱ δʼ ἐνθάδʼ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω; |924 ἄγοιμʼ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται. |925 κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλʼ ἐς μακράν. |926 ἤκουσα τοὔπος δʼ οὐδαμῶς φιλόξενον. |927 οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας. |928 λέγοιμʼ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. |929 ἀβουκόλητον τοῦτʼ ἐμῷ φρονήματι. |930 ἀλλʼ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,— |931 καὶ γὰρ πρέπει κήρυκʼ ἀπαγγέλλειν τορῶς |932 ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τʼ ἀφαιρεθεὶς |933 ἥκειν γυναικῶν αὐτανέψιον στόλον; |934 οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο |935 Ἄρης· τὸ νεῖκος δʼ οὐκ ἐν ἀργύρου λαβῇ |936 ἔλυσεν· ἀλλὰ πολλὰ γίγνεται πάρος |937 πεσήματʼ ἀνδρῶν κἀπολακτισμοὶ βίου. |938 τί σοι λέγειν χρὴ τοὔνομʼ; ἐν χρόνῳ μαθὼν |939 εἴσῃ σύ τʼ αὐτὸς χοἰ ξυνέμποροι σέθεν. |940 ταύτας δʼ ἑκούσας μὲν κατʼ εὔνοιαν φρενῶν |941 ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος. |942 τοία δὲ δημόπρακτος ἐκ πόλεως μία |943 ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ |944 στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς |945 γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως. |946 ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα |947 οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα, |948 σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου |949 γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων. |950 ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον. |951 εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν. |952 ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας |953 εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ. |954 ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι |955 θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν, |956 πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην. |957 καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια, |958 δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί. |959 ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους |960 πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις, |961 πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους. |962 τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα |963 πάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼ |964 ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται |965 ψῆφος. τί τῶνδε κυριωτέρους μένεις; [anapests] |966 ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις, |967 δῖε Πελασγῶν. |968 πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον |969 πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον |970 καὶ βούλαρχον. τοῦ γὰρ προτέρα |971 μῆτις, ὅπου χρὴ δώματα ναίειν |972 καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν |973 ψόγον ἀλλοθρόοις |974 εὔτυκος· εἴη δὲ τὰ λῷστα. |975 σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ |976 βάξει λαῶν ἐγχώρων |977 τάσσεσθε, φίλαι δμωίδες, οὕτως |978 ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν |979 Δαναὸς θεραποντίδα φερνήν. [trochees] |980 ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών, |981 θύειν τε λείβειν θʼ, ὡς θεοῖς Ὀλυμπίοις, |982 σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως. |983 καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς |984 φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις· |985 ἐμοὶ δʼ ὀπαδοὺς τούσδε καὶ δορυσσόους |986 ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας, |987 καὶ μὴ ʼξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν |988 λάθοιμι, χώρᾳ δʼ ἄχθος ἀείζων πέλοι. |989 τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς |990 χάριν σέβεσθαι τιμιωτέραν χρεών. |991 καὶ ταῦθʼ ἅμʼ ἐγγράψασθε πρὸς γεγραμμένοις |992 πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός, |993 ἀγνῶθʼ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ. |994 πᾶς δʼ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει |995 κακήν, τό τʼ εἰπεῖν εὐπετὲς μύσαγμά πως. |996 ὑμᾶς δʼ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ, |997 ὥραν ἐχούσας τήνδʼ ἐπίστρεπτον βροτοῖς. |998 τέρεινʼ ὀπώρα δʼ εὐφύλακτος οὐδαμῶς· |999 θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν; |1000 καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ. |1001 καρπώματα στάζοντα κηρύσσει Κύπρις |1002 καλωρα κωλύουσαν θωσμένειν ἐρῶ, |1003 καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι |1004 πᾶς τις παρελθὼν ὄμματος θελκτήριον |1005 τόξευμʼ ἔπεμψεν, ἱμέρου νικώμενος. |1006 πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος |1007 πολὺς δὲ πόντος οὕνεκʼ ἠρόθη δορί, |1008 μηδʼ αἶσχος ἡμῖν, ἡδονὴν δʼ ἐχθροῖς ἐμοῖς |1009 πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα· |1010 τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ, |1011 οἰκεῖν λάτρων ἄτερθεν· εὐπετῆ τάδε. |1012 μόνον φύλαξαι τάσδʼ ἐπιστολὰς πατρός, |1013 τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον. |1014 τἄλλʼ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων· |1015 ἐμῆς δʼ ὀπώρας οὕνεκʼ εὖ θάρσει, πάτερ. |1016 εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον, |1017 ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός. [choral] [strophe 1] |1018 ἴτε μὰν ἀστυάνακτας |1019 μάκαρας θεοὺς γανάοντες πολιούχους |1020 τε καὶ οἳ χεῦμʼ Ἐρασίνου |1021 περιναίουσιν παλαιόν. |1022 ὑποδέξασθε δʼ ὀπαδοὶ |1023 μέλος· αἶνος δὲ πόλιν τήνδε Πελασγῶν |1024 ἐχέτω, μηδʼ ἔτι Νείλου |1025 προχοὰς σέβωμεν ὕμνοις· [antistrophe 1] |1026 ποταμοὺς δʼ οἳ διὰ χώρας |1027 θελεμὸν πῶμα χέουσιν πολύτεκνοι, |1028 λιπαροῖς χεύμασι γαίας |1029 τόδε μειλίσσοντες οὖδας. |1030 ἐπίδοι δʼ Ἄρτεμις ἁγνὰ |1031 στόλον οἰκτιζομένα, μηδʼ ὑπʼ ἀνάγκας |1032 γάμος ἔλθοι Κυθερείας· |1033 στυγίων πέλοι τόδʼ ἆθλον. [strophe 2] |1034 Κύπριδος δʼ οὐκ ἀμελεῖ θεσμὸς ὅδʼ εὔφρων. |1035 δύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ· |1036 τίεται δʼ αἰολόμητις |1037 θεὸς ἔργοις ἐπὶ σεμνοῖς. |1038 μετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν |1039 Πόθος ᾇ τʼ οὐδὲν ἄπαρνον |1040 τελέθει θέλκτορι Πειθοῖ. |1041 δέδοται δʼ Ἁρμονίᾳ μοῖρʼ Ἀφροδίτας |1042 ψεδυρᾷ τρίβῳ τʼ Ἐρώτων. [antistrophe 2] |1043 φυγάδεσσιν δʼ ἐπιπνοίας κακά τʼ ἄλγη |1044 πολέμους θʼ αἱματόεντας προφοβοῦμαι. |1045 τί ποτʼ εὔπλοιαν ἔπραξαν |1046 ταχυπόμποισι διωγμοῖς; |1047 ὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτʼ ἄν. |1048 Διὸς οὐ παρβατός ἐστιν |1049 μεγάλα φρὴν ἀπέρατος· |1050 μετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ |1051 προτερᾶν πέλοι γυναικῶν. [strophe 3] |1052 ὁ μέγας Ζεὺς ἀπαλέξαι |1053 γάμον Αἰγυπτογενῆ μοι. |1054 τὸ μὲν ἂν βέλτατον εἴη· |1055 σὺ δὲ θέλγοις ἂν ἄθελκτον. |1056 σὺ δέ γʼ οὐκ οἶσθα τὸ μέλλον. [antistrophe 3] |1057 τί δὲ μέλλω φρένα Δίαν |1058 καθορᾶν, ὄψιν ἄβυσσον; |1059 μέτριον νῦν ἔπος εὔχου· |1060 τίνα καιρόν με διδάσκεις; |1061 τὰ θεῶν μηδὲν ἀγάζειν. [strophe 4] |1062 Ζεὺς ἄναξ ἀποστεροί- |1063 η γάμον δυσάνορα |1064 δάιον, ὅσπερ Ἰὼ |1065 πημονᾶς ἐλύσατʼ εὖ |1066 χειρὶ παιωνίᾳ κατασχεθών, |1067 εὐμενῆ βίαν κτίσας. [antistrophe 4] |1068 καὶ κράτος νέμοι γυναι- |1069 ξίν· τὸ βέλτερον κακοῦ |1070 καὶ τὸ δίμοιρον αἰνῶ, |1071 καὶ δίκᾳ δίκας ἕπε- |1072 σθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις |1073 μαχαναῖς θεοῦ πάρα.